- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.15.1-5.15.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克雷托丰一行在梅内拉奥斯的送别下启航,克里尼亚斯亦随行同往;在船上专设的私密棚舱中,墨利忒坚称约定的期限已至,力促克雷托丰与她圆房。
Τῇ δὲ ἐπιούσῃ στελλόμεθα πρὸς ἀποδημίαν· κατὰ τύχην δὲ καὶ τὸ πνεῦμα ἐκάλει ἡμᾶς. Καὶ ὁ Μενέλαος μέχρι τοῦ λιμένος ἐλθὼν καὶ ἀσπασάμενος, εὐτυχεστέρας εἰπὼν νῦν ἡμᾶς τυχεῖν τῆς θαλάσσης ἀπετράπετο αὖθις, νεανίσκος πάνυ χρηστὸς καὶ θεῶν ἄξιος καὶ ἅμα δακρύων ἐμπεπλησμένος· καὶ ἡμῖν δὲ πᾶσι κατεφέρετο δάκρυα.
翌日,我们收拾停当准备启程;正巧风向也在催促我们动身。梅内拉奥斯送我们一直走到港口,与我们拥抱告别,并祝愿我们此番能遇上更风平浪静的海况,随后便转身折返;他当真是一位无比诚挚、堪配神明的青年,此时已泪水盈眶;而我们众人也都流下了眼泪。
Τῷ δὲ Κλεινίᾳ ἐδόκει μή με καταλιπεῖν, ἀλλὰ μέχρις Ἐφέσου συμπλεύσαντα καί τινα ἐνδιατρίψαντα τῇ πόλει χρόνον ἐπανελθεῖν,1 εἰ τἀμὰ ἐν καλῷ κείμενα καταμάθοι. Γίνεται δὴ κατ̓ οὐρὰν ἡμῶν ὁ ἄνεμος, ἑσπέρα τε ἦν καὶ δειπνήσαντες ἐκείμεθα κοιμησόμενοι· ἰδία δὲ ἐμοί τε καὶ τῇ Μελίτῃ καλύβη τις ἦν ἐπὶ τοῦ σκάφους περιπεφραγμένη.
克里尼亚斯则决定不弃我而去,而是同船航行至以弗所,并在城中盘桓些许时日之后再行返回,只要他能看到我的境况已安顿妥当。此时风正从我们身后吹来,夜色降临,用过晚饭后我们便躺下准备入睡;船上为我和墨利忒特意隔出了单独的一间棚舱。
Περιβαλοῦσα οὖν με κατεφίλει καὶ ἀπῄτει τὸν γάμον “νῦν μὲν” λέγουσα “Λευκίππης τοὺς ὅρους ἐξήλθομεν καὶ τῶν συνθηκῶν τοὺς ὅρους ἀπειλήφαμεν· ἐντεῦθεν ἡ προθεσμία. Τί με δεῖ νῦν εἰς Ἔφεσον περιμένειν; ἄδηλοι τῆς θαλάσσης αἱ τύχαι, ἄπιστοι τῶν ἀνέμων αἱ μεταβολαί.
于是她搂住我,热切地亲吻我,要求圆房,说道:“如今我们已经走出了留基珀的界限,也已经达到了约定的期限;约定的时限就从这里算起。为什么我现在还要苦等到以弗所呢?海上的际遇难以逆料,风向的转变亦不可捉摸。
Πίστευσόν μοι, Κλειτοφῶν, κάομαι· ὄφελον ἠδυνάμην δεῖξαι τὸ πῦρ, ὄφελον εἶχε τὴν αὐτὴν φύσιν τῷ κοινῷ πυρί, ἵνα σοι περιχυθεῖσα κατέφλεξα·2 νῦν δὲ πρὸς τοῖς ἄλλοις τοῦτο μόνον τὸ πῦρ ἰδίαν ὕλην ἔχει καὶ ἐν ταῖς πρὸς τοὺς ἐραστὰς συμπλοκαῖς ἀνακαόμενον λάβρον τῶν συμπλεκομένων φείδεται.
请信我吧,克雷托丰,我正在燃烧!但愿我能够向你展示这团烈火,但愿它与凡火有着相同的本性,好让我缠绕覆裹在你身上将你焚尽!可是现在,除去其他种种不同之外,唯有这团火自有一番薪柴,虽在情人的相拥中炽烈燃烧,却宽宥着相拥的彼此。
Ὢ πυρὸς μυστικοῦ,3 πυρὸς ἐν ἀπορρήτῳ δᾳδουχουμένου, πυρὸς τοὺς ὅρους αὐτοῦ φυγεῖν μὴ θέλοντος. Μυηθῶμεν οὖν, ὦ φίλτατε, τὰ τῆς Ἀφροδίτης μυστήρια.”
啊,这神秘的火,这在隐秘之处高擎如炬的火,这不愿逾越自身界限的火!因此,我最亲爱的人,让我们一同领受阿芙洛狄忒的秘仪吧。”
- 5.15.2Τῷ δὲ Κλεινίᾳ ἐδόκει μή με καταλιπεῖν, ἀλλὰ μέχρις Ἐφέσου συμπλεύσαντα καί τινα ἐνδιατρίψαντα τῇ πόλει χρόνον ἐπανελθεῖν
无人称动词 ἐδόκει 的逻辑主语由与格(Τῷ Κλεινίᾳ)引出,但其后修饰不定词(ἐπανελθεῖν)的分词(συμπλεύσαντα, ἐνδιατρίψαντα)并未取与格一致(συμπλεύσαντι),而是转成了宾格。这是无人称句中不定词的修饰成分受到常见“宾格加不定词”(A.c.I.)句式吸引而发生格转换的典型现象。
- 5.15.5ὄφελον εἶχε τὴν αὐτὴν φύσιν τῷ κοινῷ πυρί, ἵνα σοι περιχυθεῖσα κατέφλεξα
ὄφελον 搭配未完成过去直陈式(εἶχε)表示与事实相反的不可实现之愿望;紧随其后的 ἵνα 从句未用连接式或祈愿式,而是使用了直陈式过去时(不定过去时 κατέφλεξα)。当主句为非现实愿望或假设时,目的/结果从句采用直陈式过去时表示实际上并未发生也不可能发生的结果(“那样便能将你焚尽”)。
- 5.15.6Ὢ πυρὸς μυστικοῦ
由感叹词 Ὢ 引出的“感叹属格”(genitive of exclamation)。后接的 πυρὸς ἐν ἀπορρήτῳ δᾳδουχουμένου 及 πυρὸς τοὺς ὅρους αὐτοῦ φυγεῖν μὴ θέλοντος 亦作为同位语属格连环并列展开。
