- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.14.1-5.14.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者婉拒与梅利忒同宿,次日两人在伊西斯神庙立誓,并在约定抵达以弗所前暂不圆房的条件下举行了婚礼宴席。
Τότε μὲν οὖν ἐν τούτοις ἦμεν· ἑσπέρας δὲ γενομένης ἡ μὲν ἐπεχείρει με κρατεῖν ἐκεῖ κοιμησόμενον,1 ἐγὼ δὲ παρῃτούμην, εἰπὼν ἃ καὶ πρὸς τὸν Σάτυρον ἔτυχον προαγορεύσας. Μόλις οὖν ἀφίησιν ἀνιωμένη.
那时,我们便处于这般境况中。傍晚降临时,她试图挽留我留在那里过夜,但我以先前告知萨图罗斯的同样一番话予以婉拒。于是,她虽满心郁结,最终还是勉强放我离去。
Τῇ δὲ ὑστεραίᾳ συνέκειτο ἡμῖν εἰς τὸ τῆς Ἴσιδος ἱερὸν ἀπαντῆσαι διαλεξομένοις τε ἀλλήλοις καὶ πιστωσομένοις ἐπὶ μάρτυρι τῇ θεῷ· συμπαρῆσαν δὲ ἡμῖν ὅ τε Μενέλαος καὶ ὁ Κλεινίας· καὶ ὠμνύομεν ἐγὼ μὲν ἀγαπήσειν ἀδόλως, ἡ δὲ ἄνδρα ποιήσεσθαι καὶ πάντων ἀποφανεῖν δεσπότην.
第二天,我们约定在伊西斯神庙会面,彼此交谈,并以女神为见证缔结婚约。梅内劳斯和克利尼亚斯也一同在场。我们发下了誓言:我发誓真诚无妄地去爱,她发誓以我为夫,并宣布我为全副家业的主人。
“Ἄρξει δὲ” εἶπον ἐγὼ “τῶν συνθηκῶν ἡ εἰς Ἔφεσον ἡμῶν ἄφιξις· ἐνταῦθα γάρ, ὡς ἔφην, Λευκίππῃ παραχωρήσεις.” Δεῖπνον οὖν ἡμῖν ηὐτρεπίζετο πολυτελές, καὶ ὄνομα μὲν ἦν τῷ δείπνῳ γάμοι, τὸ δὲ ἔργον συνέκειτο ταμιεύεσθαι.2
“然而这协议的生效,”我说道,“要以我们抵达以弗所之时为始;因为正如我说过的,在这里你将向琉喀珀退让。”于是,为我们备办了一场奢华的晚宴,这宴席虽冠以婚礼之名,但实际的圆房之事已约定暂行搁置。
Καί τι μέμνημαι καὶ γελοῖον παρὰ τὴν ἑστίασιν τῆς Μελίτης. Ὡς γὰρ ἐπευφήμουν τοῖς γάμοις οἱ παρόντες, νεύσασα πρός με ἡσυχῆ “καινὸν” εἶπεν “ἐγὼ μόνη πέπονθα. Κενοτάφιον μὲν γὰρ εἶδον, κενογάμιον δ’ οὔ.” Ταῦτα μὲν οὖν ἔπαιζε σπουδῇ.3
在梅利忒的这场宴席间,我还记得一件颇为逗趣的轶事。当在座众人为婚礼欢呼祝吉时,她向我微微致意,悄声说道:“唯独我遭遇了这等闻所未闻的新鲜事。因为衣冠冢我倒见过,虚礼的空头婚礼我却从未见过。”她就是这般带着认真的神情开着玩笑。
- 5.14.1ἐκεῖ κοιμησόμενον
将来时分词 κοιμησόμενον 表示目的(“为了留在那里同眠”),与充当 κρατεῖν 宾语的代词 με 保持性数格一致。
- 5.14.3τὸ δὲ ἔργον συνέκειτο ταμιεύεσθαι
该句与前分句 ὄνομα μὲν ἦν τῷ δείπνῳ γάμοι 形成对比。名义(ὄνομα)与实际行为(τὸ ἔργον)相对照,无人称被动动词 συνέκειτο(约定)带不定词 ταμιεύεσθαι(被动/中动态:留存、保留),意即实质上的结合约定予以推迟保留。
- 5.14.4ἔπαιζε σπουδῇ
动词 ἔπαιζε(开玩笑)与表示方式的与格 σπουδῇ(认真地、严肃地)构成修辞上的矛盾语(oxymoron),描绘出她看似在打趣、神情与言辞间却又透着切切实实之真情的状态。
