- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.13.1-5.13.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托丰应邀前往梅利忒家中,被其美貌所吸引;席间梅利忒全神贯注凝视着他而难以下咽,并对他报以热烈的亲吻。
Ἐπείσθην καὶ ᾠχόμην· ἡ δὲ ὡς εἶδέ με, ἀναθοροῦσα περιβάλλει καὶ πᾶν μου τὸ πρόσωπον ἐμπίπλησι φιλημάτων. Ἦν δὲ τῷ ὄντι καλὴ καὶ γάλακτι μὲν ἂν εἶπες1 αὐτῆς τὸ πρόσωπον κεχρῖσθαι, ῥόδον δὲ ἐμπεφυτεῦσθαι ταῖς παρειαῖς.
我被说服了,便前去赴约。她一见到我,便跳起身抱住我,在我的整张脸上印满了吻。她确实美丽动人,你甚至会说她的面庞涂了鲜奶,双颊植上了玫瑰。
Ἐμάρμαιρεν αὐτῆς τὸ βλέμμα μαρμαρυγὴν ἀφροδίσιον· κόμη πολλὴ καὶ βαθεῖα καὶ κατάχρυσος τῇ χρόᾳ, ὥστε ἔδοξα οὐκ ἀηδῶς ἰδεῖν2 τὴν γυναῖκα.
她的目光闪烁着魅惑的光芒;秀发丰盈浓密,色如黄金,以致我觉得端详这妇人并非令人不悦之事。
Τὸ μὲν οὖν δεῖπνον ἦν πολυτελές· ἡ δὲ ἐφαπτομένη τῶν παρακειμένων, ὡς δοκεῖν ἐσθίειν, οὐκ ἠδύνατο τυχεῖν ὁλοκλήρου τροφῆς, πάντα δὲ ἔβλεπεν ἐμέ·3 οὐδὲν γὰρ ἡδὺ τοῖς ἐρῶσι πλὴν τὸ ἐρώμενον· τὴν γὰρ ψυχὴν πᾶσαν ὁ ἔρως καταλαβὼν οὐδὲ αὐτῇ χώραν δίδωσι τῇ τροφῇ.
宴席十分丰盛;然而她只是稍微触碰面前的菜肴,装出吃东西的样子,根本无法正经进食,而是全神贯注地望着我;因为对坠入爱河者而言,除所爱之人外,无物使人欢愉。爱意占据了整个灵魂,甚至连食物也不给容纳之所。
Ἡ δὲ τῆς θέας ἡδονὴ διὰ τῶν ὀμμάτων εἰσρέουσα τοῖς στέρνοις ἐγκάθηται· ἕλκουσα δὲ τοῦ ἐρωμένου τὸ εἴδωλον ἀεὶ ἐναπομάττει τῷ τῆς ψυχῆς κατόπτρῳ καὶ ἀναπλάττει τὴν μορφήν· ἡ δὲ τοῦ κάλλους ἀπορροὴ δι’ ἀφανῶν ἀκτίνων ἐπὶ τὴν ἐρωτικὴν ἑλκομένη καρδίαν ἐναποσφραγίζει κάτω τὴν σκιάν.
凝视所带来的欢愉经由双目流注,栖于胸膛;它摄取心爱之人的肖像,不断铭刻在灵魂的明镜之上,并重塑其形态;而美所流溢出的光泽,借着无形的光束被吸引至动情的心房,将那倒影深深烙印其中。
Λέγω δὴ πρὸς αὐτὴν συνεὶς “ἀλλὰ σύ γε οὐδενὸς μετέχεις τῶν σῶν αὐτῆς, ἀλλ’ ἔοικας τοῖς ἐν γραφαῖς ἐσθίουσιν·” ἡ δὲ ʽποῖον γὰρ ὄψον’ ἔφη “μοι πολυτελέστερον ἢ ποῖος οἶνος τιμιώτερος τῆς σῆς ὄψεως;” καὶ ἅμα λέγουσα κατεφίλησέ με, προσιέμενον οὐκ ἀηδῶς τὰ φιλήματα· εἶτα διασχοῦσα εἶπεν “αὕτη μοι τροφή.”
我觉察到了这一点,便对她说:“然而你连自己的一点吃食都未享用,倒像画中进食之人了。”她答道:“对我来说,难道还有什么佳肴比你的身影更丰盛,什么美酒比你的容颜更珍贵吗?”她一边说着,一边连连亲吻我,而我也并未不悦地接受了这些吻;接着她稍作停歇,说道:“这便是我的滋养。”
- 5.13.1ἂν εἶπες
带有虚指第二人称单数的过去潜在用法(“人们尽可以说……”或“你完全可以说……”),表示过去情境中观察者的假设性判断。
- 5.13.2ὥστε ἔδοξα οὐκ ἀηδῶς ἰδεῖν
动词 δοκέω 搭配不定词的人称构式(ἔδοξα + 不定词,字面意为“我觉得自己在注视……”),并与低调陈述(litotes)的 οὐκ ἀηδῶς(“并非不悦”=“颇为欣然”)连用,将叙述者内心的动摇作了客观化表述。
- 5.13.3πάντα δὲ ἔβλεπεν ἐμέ
πάντα 为副词性宾格(“全然”、“始终”),修饰及物动词 ἔβλεπεν(“注视”),而 ἐμέ 则是该动词的直接宾语。
