- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.12.1-5.12.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱尼亚斯劝说克利托丰顺应梅利忒的心意,克利托丰以抵达以弗所前不同房为条件应允;萨提罗斯向梅利忒报喜后,带回了共进晚餐的邀请。
Καὶ ὁ Κλεινίας “οὐκ ἀπὸ τρόπου δοκεῖ μοι” φησὶν “ὁ Σάτυρος λέγειν· κάλλος γὰρ καὶ πλοῦτος καὶ ἔρως εἰ συνῆλθον ἐπὶ σέ, οὐχ ἕδρας οὐδ᾽ ἀναβολῆς.1 Τὸ μὲν γὰρ κάλλος ἡδονήν, ὁ δὲ πλοῦτος τρυφήν, ὁ δὲ ἔρως αἰδῶ· μισεῖ δὲ ὁ θεὸς τοὺς ἀλαζόνας.
克莱尼亚斯便说:“依我看,萨提罗斯所言并无不当。既然美貌、财富与爱情都汇聚于你一身,现在可不是坐视迟疑、拖延不决的时候。因为美貌带来欢愉,财富带来奢华,而爱情带来敬意;况且神明憎恶狂妄之人。
Φέρε πείσθητι τῷ Σατύρῳ καὶ χάρισαι τῷ θεῷ.” Κἀγὼ στενάξας “ἄγε με” εἶπον “ὅποι θέλεις, εἰ καὶ Κλεινίᾳ τοῦτο δοκεῖ· μόνον ὅπως τὸ γύναιόν μοι μὴ παράσχῃ πράγματα2 ἐπείγουσα πρὸς τὸ ἔργον, ἔστ’ ἂν εἰς τὴν Ἔφεσον ἀφικώμεθα. Φθάνω γὰρ ἐπομοσάμενος3 ἐνταῦθα μὴ συνελθεῖν, ἔνθα Λευκίππην ἀπολώλεκα.” Ταῦτα ἀκούσας ὁ Σάτυρος προστρέχει πρὸς τὴν Μελίτην εὐαγγέλια φέρων· καὶ μικρὸν διαλιπὼν αὖθις ἐπανέρχεται, λέγων ἀκούσασαν τὴν γυναῖκα ὑφ’ ἡδονῆς παρὰ μικρὸν τὴν ψυχὴν ἀφεῖναι, δεῖσθαι δὲ ἥκειν ὡς αὐτὴν δειπνήσοντα4 τὴν ἡμέραν γάμων προοίμιον.
来吧,听从萨提罗斯的话,顺应神的心意吧。”我叹了口气说:“若是克莱尼亚斯也这么认为,你想带我去哪儿就带我去哪儿吧;只是务必使那妇人莫要在我们抵达以弗所之前,因急于成就好事而纠缠我。 因为我已经发过誓,绝不在我失去留西佩的这片土地上行房。”萨提罗斯听闻此言,立刻带着捷报奔向梅利忒;过了片刻他便折返回来,说那妇人听闻消息后欢喜得几乎咽了气,并恳求〔我〕今日到她那里去共进晚餐,作为婚礼的序曲。
- 5.12.1οὐχ ἕδρας οὐδ᾽ ἀναβολῆς
此处为表性质或从属的谓语性属格,或省略了中心名词 καιρός(时机)。在语境中意为“绝非坐视不顾或拖延等待之时”。
- 5.12.2μόνον ὅπως τὸ γύναιόν μοι μὴ παράσχῃ πράγματα
副词 μόνον(只要/只是)后接 ὅπως 与虚拟式(παράσχῃ),构成表达命令、恳求或附加限制条件的独立从句(通常理解为省略了 ὅρα 等动词)。在此表示克利托丰应承的前提条件:“只是别让那女人纠缠我”。
- 5.12.3Φθάνω γὰρ ἐπομοσάμενος
动词 φθάνω 与补充性分词(ἐπομοσάμενος)搭配的固定句式,意为“抢先完成了……”或“早已做过……”。在此指克利托丰“已经发过誓”。
- 5.12.3ὡς αὐτὴν δειπνήσοντα
这里的 ὡς 是支配宾格的名词前置词(专门用于人,意为“前往……处”),接 αὐτήν;而 δειπνήσοντα 是表目的的将来时分词阳性单数宾格,作不定式 ἥκειν 的逻辑主语(即克利托丰)的同位修饰语。切勿将 ὡς 误读为修饰将来时分词的副词连词。
