- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.11.1-5.11.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托丰因订婚信来得太迟而悲痛绝望,因惧怕面对父亲而主张再次潜逃;萨提罗斯随后赶来,劝他接受富有的年轻寡妇梅利忒的热烈追求。
Ταῦτα ἀκούσας ἀνῴμωξα ἐπὶ τῇ τῆς Τύχης παιδιᾷ “ὦ δαῖμον” λέγων, “νῦν μὲν Σώστρατός μοι Λευκίππην ἐκδίδωσι καί μοι γάμους ἐκ μέσου πολέμου πέμπει, μετρήσας ἀκριβῶς τὰς ἡμέρας, ἵνα μὴ φθάσῃ τὴν φυγήν.
听了这番话,我因命运的捉弄而失声痛哭,说道:“神啊!索斯特拉托斯如今竟然把留西佩许配给我,从战场中寄来了婚约,日子算得这般精确,好恰恰赶不上我们的逃亡!
Ὢ τῶν ἐξώρων εὐτυχημάτων,1 ὦ μακάριος ἐγὼ παρὰ μίαν ἡμέραν.2 Μετὰ θάνατον γάμοι, μετὰ θρῆνον ὑμέναιοι. Τίνα μοι δίδωσι νύμφην ἡ Τύχη; ἣν οὐδὲ ὁλόκληρόν μοι δέδωκε νεκράν.”
唉,这不合时宜的幸运啊!唉,只差一天便错失福祉的我啊!死后的婚约,挽歌后的婚礼颂歌!命运给我的究竟是怎样的新娘?连她的遗体都不曾完整地留给我!”
“Οὐ θρήνων νῦν καιρὸς” ὁ Κλεινίας εἶπεν, “ἀλλὰ σκεψώμεθα, πότερον εἰς τὴν πατρίδα σοι νῦν ἀνακομιστέον ἢ τὸν πατέρα ἐνταῦθα ἀναμενετέον.” “Οὐδέτερον” εἶπον· ʽποίῳ γὰρ ἴδοιμι προσώπῳ3 τὸν πατέρα, μάλιστα μὲν οὕτως αἰσχρῶς φυγών, εἶτα καὶ τὴν παρακαταθήκην αὐτῷ τἀδελφοῦ διαφθείρας; φεύγειν οὖν ἐντεῦθεν ὑπολείπεται πρὶν ἥκειν αὐτόν.ʼ Ἐν τούτῳ δὴ ὁ Μενέλαος εἰσέρχεται καὶ ὁ Σάτυρος μετ’ αὐτοῦ, καὶ τόν τε Κλεινίαν περιπτύσσονται καὶ μανθάνουσι παρ’ ἡμῶν τὰ πεπραγμένα. Καὶ ὁ Σάτυρος “ἀλλ’ ἔστι σοι” ἔφη “τὰ παρόντα θέσθαι καλῶς καὶ ἐλεῆσαι ψυχὴν ἐπὶ σοὶ φλεγομένην· ἀκουσάτω δὲ καὶ ὁ Κλεινίας. Ἡ γὰρ Ἀφροδίτη μέγα τούτῳ παρέσχεν ἀγαθόν, ὁ δ’ οὐκ ἐθέλει λαβεῖν· γυναῖκα γὰρ ἐξέμηνεν ἐπ’ αὐτὸν πάνυ καλήν, ὥστε ἂν ἰδὼν αὐτὴν εἴποις ἄγαλμα, Ἐφεσίαν τὸ γένος, ὄνομα Μελίτην· πλοῦτος πολὺς καὶ ἡλικία νέα. Τέθνηκε δ’ αὐτῆς προσφάτως ὁ ἀνὴρ κατὰ θάλατταν, βούλεται δὲ τοῦτον ἔχειν δεσπότην ʽοὐ γὰρ ἄνδρα ἐρὦ καὶ δίδωσιν ἑαυτὴν καὶ πᾶσαν ἑαυτῆς τὴν οὐσίαν· δι’ αὐτὸν γὰρ τέτταρας μῆνας νῦν ἐνθάδε διέτριψεν, ἀκολουθῆσαι δεομένη. Ὁ δὲ οὐκ οἶδα τί παθὼν4 ὑπερηφανεῖ, νομίζων αὐτῷ Λευκίππην ἀναβιώσεσθαι.”
“现在不是哀泣的时候,”克莱尼亚斯说,“我们倒该商榷一下,你究竟是现在返回故里,还是留在此处等候令尊。”“两条路都行不通,”我说,“我究竟能以何种面目去见父亲?尤其是我作出了如此可耻的潜逃,随后又将他兄弟托付的重托给断送了!因此,在他到来之前从这里逃走,是唯一的出路。”正在此时,梅内劳斯和萨提罗斯一同走了进来;他们拥抱了克莱尼亚斯,并从我们这里获知了事情的原委。萨提罗斯便说:“其实你有办法把眼前的困境妥善安顿,去怜恤一颗为你炽热燃烧的心灵; 克莱尼亚斯不妨也听听。阿佛洛狄忒曾赐给这位极大的福分,他却执意不肯接受:女神使一位绝代佳人为他神魂颠倒,任何人见到她都会赞叹宛若雕像一般;她是以弗所人,名叫梅利忒,既富有资财又青春年少。她的丈夫不久前罹难于海中,她渴望将他视为主人——我甚至不敢单单说是丈夫——不仅献出自己,更奉上全部家财;为了他,她在此地逗留了四个月,央求能追随于他。然而他不知中了什么邪,竟傲慢地予以拒绝,以为留西佩还能为他死而复生。”
- 5.11.2Ὢ τῶν ἐξώρων εὐτυχημάτων
感叹词 ὤ 后的“感叹属格(genitive of exclamation)”,表达了因好运来得太迟、徒留虚名而发出的极度痛惜与嘲弄之情。
- 5.11.2παρὰ μίαν ἡμέραν
介词 παρά 接宾格,表示差距或亏欠的量(margin of difference),意为“仅差一天(便错过了幸福)”,突出了造化弄人的毫厘之差。
- 5.11.3ποίῳ γὰρ ἴδοιμι προσώπῳ
无 ἄν 的希求法用于修辞性疑问句中,表示疑虑或绝无可能(商榷或潜势希求法用法):“我又怎能有何等面目去见父亲?”
- 5.11.6οὐκ οἶδα τί παθὼν
由疑问代词 τί 和 πάσχω 的不定过去分词 παθών 构成的习语,字面意为“不知遭遇了什么”,引申为“不知中了什么邪/犯了什么糊涂”,带有困惑与责难的主观色彩。
