- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.9.1-4.9.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
留基伯突然发疯倒地,并在克利托丰等人赶来时大打出手。在留基伯被众人捆绑后,克利托丰为命运的反复与残酷痛切悲叹。
Σκοπούντων οὖν ἡμῶν εἰστρέχει τις τεθορυβημένος καὶ λέγει τὴν Λευκίππην ἄφνω βαδίζουσαν καταπεσεῖν καὶ τὼ ὀφθαλμὼ διαστρέφειν. Ἀναπηδήσαντες οὖν ἐθέομεν ἐπ’ αὐτὴν καὶ ὁρῶμεν ἐπὶ τῆς γῆς κειμένην.
我们正在商议之时,有人惊慌失措地跑了进来,说留基伯在走着走着时突然倒地,双眼翻白。我们于是跳起身来向她跑去,只见她正倒在地上。
Προσελθὼν οὖν ἐπυθόμην ὅ τι πάθοι· ἡ δὲ ὡς εἶδέ με, ἀναπηδήσασα παίει με κατὰ τῶν προσώπων, ὕφαιμον βλέπουσα· ὡς δὲ καὶ ὁ Μενέλαος οἷός ἦν ἀντιλαμβάνεσθαι,1 παίει κἀκεῖνον τῷ σκέλει. Συνέντες οὖν ὅτι μανία εἴη τις τὸ κακόν, βίᾳ συλλαβόντες ἐπειρώμεθα κρατεῖν· ἡ δὲ προσεπάλαιεν ἡμῖν, οὐδὲν φροντίζουσα κρύπτειν ὅσα γυνὴ μὴ ὁρᾶσθαι θέλει.
我走上前去询问她遭遇了什么;但她一见到我,便跳将起来,用布满血丝的眼睛瞪着我,朝我的脸上打来;正当梅内拉奥斯也试图上前制止时,她又用腿踢向了他。我们于是明白这不幸乃是某种疯狂,便强行抓住她,试图压制住她;但她却与我们扭打在一起,全然不顾去遮掩女子不愿让人看见的部位。
Θόρυβος οὖν πολὺς περὶ τὴν σκηνὴν αἴρεται, ὥστε καὶ αὐτὸν εἰσδραμεῖν τὸν στρατηγὸν καὶ τὰ γινόμενα ὁρᾶν. Ὁ δὲ τὰ πρῶτα σκῆψιν ὑπώπτευε τὴν ἀσθένειαν καὶ τέχνην ἐπ’ αὐτόν, καὶ τὸν Μενέλαον ὑπεβλέπετο· ὡς δὲ κατὰ μικρὸν ἑώρα τὴν ἀλήθειαν, ἔπαθέ τι καὶ αὐτὸς καὶ ἠλέησε.
于是营帐周围骚动大作,以致将军本人也跑了进来,目睹着正在发生的一切。他起初怀疑这病情是托词,是针对他的花招,因而斜眼戒备着梅内拉奥斯;但当他渐渐看清真相后,自己也有所触动,心生怜悯。
Κομίσαντες οὖν βρόχους ἔδησαν τὴν ἀθλίαν. Ὡς δὲ εἶδον αὐτῆς περὶ τὰς χεῖρας τὰ δεσμά, ἐδεόμην Μενελάου τῶν πολλῶν ἀπηλλαγμένων ἤδη2 “λύσατε” λέγων, “ἱκετεύω, λύσατε· οὐ φέρουσι δεσμὸν χεῖρες ἁπαλαί· ἐάσατέ με σὺν αὐτῇ· μόνος ἐγὼ περιπτυξάμενος αὐτῇ δεσμὸς ἔσομαι· μαινέσθω κατ’ ἐμοῦ.
人们于是拿来绳索,捆绑住了这个可怜的女子。我一看到她双手上的绳索,待众人皆已离去后,便央求梅内拉奥斯道:“解开她,”我说,“我恳求你们,解开她!娇柔的双手经受不住捆绑;让我和她待在一起吧;唯有我抱紧她,便能作为她的束缚;让她冲着我发狂好了!
Τί γάρ με καὶ ζῆν ἔτι δεῖ; οὐ γνωρίζει με Λευκίππη παρόντα, κεῖται δέ μοι δεδεμένη,3 καὶ ὁ ἀναιδὴς ἐγὼ λῦσαι δυνάμενος οὐκ ἐθέλω. Ἐπὶ τούτῳ ἡμᾶς σέσωκεν ἡ Τύχη ἐκ τῶν λῃστῶν, ἵνα γένῃ μανίας παιδιά;
我何苦还要苟活?留基伯认不出陪在一旁的我,在我眼前被捆绑着倒在那里,而我这个无耻之徒明明能够解开她,却不肯动手。命运将我们从强盗手中解救出来,就是为了让你成为疯狂的玩偶吗?
ὦ δυστυχεῖς ἡμεῖς, ὅταν εὐτυχήσωμεν. Τοὺς οἴκοι φόβους ἐκπεφεύγαμεν, ἵνα ναυαγίαν δυστυχήσωμεν· ἐκ τῆς θαλάσσης περιγεγόναμεν· ἐκ τῶν λῃστῶν ἀνασεσώσμεθα· μανίᾳ γὰρ ἐτηρούμεθα. Ἐγὼ μέν, ἂν σωφρονήσῃς, φιλτάτη, φοβοῦμαι πάλιν τὸν δαίμονα μή τί σοι κακὸν ἐργάσηται. Τίς οὖν ἡμῶν κακοδαιμονέστερος, οἳ φοβούμεθα καὶ τὰ εὐτυχήματα; ἀλλ’ εἰ μόνον μοι σωφρονήσειας καὶ σεαυτὴν ἀπολάβοις, παιζέτω πάλιν ἡ Τύχη.”
啊,每当我们交上好运时,我们是何等不幸!我们逃离了家乡的恐惧,只为遭受海难的横祸;我们从大海中死里逃生,又从强盗手中获救;原来我们是被留给了疯狂!最亲爱的人啊,即便你恢复了理智,我也仍旧害怕神灵,生怕神灵又会对你降下什么灾祸。连交好运都感到恐惧的我们,还有谁比我们更加命途多舛呢?但只要你能为我恢复理智、恢复原本的你,就让命运再次捉弄好了。”
- 4.9.2οἷός ἦν ἀντιλαμβάνεσθαι
此处省略了通常搭配中的小辞 τέ,由 οἷός εἰμι 搭配不定词,表示“能够”或“正处于某种状态”。未完成过去时 ἦν 含有企图未遂体(conative)意味,即“梅内拉奥斯正试图上前抓牢/援助”。
- 4.9.4ἐδεόμην Μενελάου τῶν πολλῶν ἀπηλλαγμένων ἤδη
在动词 ἐδεόμην 所支配的属格宾语 Μενελάου(向梅内拉奥斯恳求)之后,插入了独立属格 τῶν πολλῶν ἀπηλλαγμένων ἤδη(众人皆已散去)。后者并非修饰 Μενελάου 的定语,而是表示时间的副词性独立成分。
- 4.9.5κεῖται δέ μοι δεδεμένη
与格 μοι 并非动词 κεῖται 必需的间接宾语,而是表达说话者深切心理关切的“关涉与格(利害与格/伦理与格)”,生动呈现出“她在我眼前/令我痛心地受缚躺卧”的主观情感色彩。
