- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.10.1-4.10.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梅内拉奥斯等人安慰克利托丰,指出留基伯的狂乱只是青春血气过盛所致的一时之症,并请来军医。军医配药使留基伯安睡至天明,但她醒后仍胡言乱语,医师遂继续展开后续治疗。
Ταῦτά με λέγοντα παρηγόρουν οἱ ἀμφὶ τὸν Μενέλαον, φάσκοντες μὴ ἔμμονα εἶναι τὰ τοιαῦτα νοσήματα, πολλάκις δὲ ἡλικίας ζεούσης ὑπάρχειν.1 ʽΤὸ γὰρ αἷμα πάντη νεάζον καὶ ὑπὸ πολλῆς ἀκμῆς ἀναζέον ὑπερβλύζει πολλάκις τὰς φλέβας, καὶ τὴν κεφαλὴν ἔνδον περικλύζον βαπτίζει τοῦ λογισμοῦ τὴν ἀναπνοήν.2
正当我诉说这些时,梅内拉奥斯一行人安慰着我,声称这类病痛并非长久之患,往往源于青春血气的沸腾。“因为全然稚嫩、因极度精力而沸腾的血液,常常漫出血管,充斥头部内部,溺熄了理智的呼吸。
Δεῖ οὖν ἰατροὺς μεταπέμπειν καὶ θεραπείαν προσφέρειν.ʼ Πρόσεισιν οὖν τῷ στρατηγῷ ὁ Μενέλαος καὶ δεῖται τὸν τοῦ στρατοπέδου ἰατρὸν μετακαλέσασθαι, κἀκεῖνος ἄσμενος ἐπείσθη· χαίρουσι γὰρ οἱ ἐρῶντες εἰς τὰ ἐρωτικὰ προστάγματα.
因此必须延请医师,施加治疗。”梅内拉奥斯于是前往将军处,请求召来营中医师,将军欣然答应;因为坠入情网之人,对涉及情爱之事总是乐于遵从的。
Καὶ ὁ ἰατρὸς παρῆν καὶ λέγει “νῦν μὲν ὕπνον αὐτῇ παρασκευάσομεν, ὅπως τὸ ἄγριον τῆς ἀκμῆς ἡμερώσωμεν· ὕπνος γὰρ πάντων νοσημάτων φάρμακον· ἔπειτα δὲ καὶ τὴν λοιπὴν θεραπείαν προσοίσομεν.”
医师赶到后说道:“现在我们且先让她入睡,以便驯服这病发时的凶猛;因为睡眠是一切疾苦的良药。随后我们再施加其余的治疗。”
Δίδωσιν οὖν ἡμῖν φάρμακόν τι μικρόν, ὅσον ὀρόβου μέγεθος, καὶ κελεύει λύσαντας εἰς ἔλαιον ἐπαλεῖψαι τὴν κεφαλὴν μέσην·3 σκευάσειν δὲ ἔφη καὶ ἕτερον εἰς γαστρὸς αὐτῇ κάθαρσιν.
于是他给了我们一味微小的药物,大小如同一粒野豌豆,吩咐我们将其融化在油中,涂抹在她的头顶中央;他还说,会另行配制用于清涤胃腑的药物。
Ἡμεῖς μὲν οὖν ἃ ἐκέλευσεν ἐποιοῦμεν, ἡ δὲ ἐπαλειφθεῖσα μετὰ μικρὸν ἐκάθευδε τὸ ἐπίλοιπον τῆς νυκτὸς μέχρι τῆς ἕω. Ἐγὼ δὲ δι’ ὅλης τῆς νυκτὸς ἀγρυπνῶν ἔκλαον παρακαθήμενος καὶ βλέπων τὰ δεσμὰ ἔλεγον “οἴμοι, φιλτάτη, δέδεσαι καὶ καθεύδουσα· οὐδὲ τὸν ὕπνον ἐλεύθερον ἔχεις.
我们便照他的吩咐去做,她被敷药之后,不久便安睡了整个后半夜,直至黎明。而我整夜未眠,坐在她身旁痛哭,看着绳索说道:“哀哉,至爱之人,你连睡梦中也戴着枷锁;你竟连睡眠都不得自由。
Τίνα ἄρα σου τὰ φαντάσματα; ἆρα κἂν κατὰ τοὺς ὕπνους σωφρονεῖς, ἢ μαίνεταί σου καὶ τὰ ὀνείρατα;” Ἐπεὶ δ’ ἀνέστη, πάλιν ἄσημα ἐβόα· καὶ ὁ ἰατρὸς παρῆν καὶ τὴν ἄλλην θεραπείαν ἐθεράπευεν.
你的幻象究竟为何?在睡梦中你至少能够清醒,还是连你的梦境也在发狂?”及至她醒来,又再次发出语无伦次的叫喊;医师随后赶来,施用了其余的疗法。
- 4.10.1ἡλικίας ζεούσης ὑπάρχειν
属格 ἡλικίας ζεούσης 与 ὑπάρχειν 连用,作表语属格(表示归属或起因),意为“属于/由于热血沸腾的青春期”。
- 4.10.1βαπτίζει τοῦ λογισμοῦ τὴν ἀναπνοήν
动词 βαπτίζει 此处取其隐喻义“淹没、使窒息”。此句构成生理学比喻,指沸腾的血液涌入头部,将理智的呼吸通道(τοῦ λογισμοῦ τὴν ἀναπνοήν)溺毙瘫痪。
- 4.10.4τὴν κεφαλὴν μέσην
形容词 μέσην 处于表语位置(未置于冠词 τὴν 与名词 κεφαλήν 之间),表示部分意义,即“头部的中央(头顶)”,而非限定性的“中间的头”。
