← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§4.8.1-4.8.6

克莱托丰的剖白与梅内拉奥斯的告诫

克莱托丰得知沙尔米德的要求后痛心疾呼,坦白留基伯至今仍是处子、与自己仅有吻唇之亲,梅内拉奥斯则告诫被拒之恋人陷入绝望后的暴烈危险,敦促必须从速商讨良策。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8.1

Ὡς οὖν ταῦτα ὁ Μενέλαος ἐλθὼν ἀπαγγέλλει μοι, πρὸς τοῦτο ἀνεβόησα ὡς θᾶττον ἂν ἀποθάνοιμι ἢ περιίδω Λευκίππης φίλημα ἀλλοτριούμενον. “Οὗ τί γὰρ” ἔφην “ἐστὶ γλυκύτερον;

梅内拉奥斯前来将这些事通报给我时,我听罢大喊出声,宁可死掉也不愿坐视留基伯的亲吻被夺走。“因为有什么”我说,“比这更甜美呢?

§4.8.2

τὸ μὲν γὰρ ἔργον τῆς Ἀφροδίτης καὶ ὅρον ἔχει καὶ κόρον καὶ οὐδὲν ἐστίν, ἐὰν ἐξέλῃς αὐτοῦ τὰ φιλήματα· φίλημα δὲ καὶ ἀόριστόν ἐστι καὶ ἀκόρεστον καὶ καινὸν ἀεί. Τρία γὰρ τὰ κάλλιστα ἀπὸ τοῦ στόματος ἄνεισιν, ἀναπνοὴ καὶ φωνὴ καὶ φίλημα.

阿佛洛狄忒的行为既有界限又有餍足,若除去了其中的亲吻,便一文不值;但亲吻既无边界,亦无餍足,而且历久弥新。从口中升华而出的有三样至美之物:呼吸、声音与亲吻。

§4.8.3

Τοῖς μὲν γὰρ χείλεσιν ἀλλήλους φιλοῦμεν, ἀπὸ δὲ τῆς ψυχῆς ἡ τῆς ἡδονῆς ἐστι πηγή. Πίστευσόν μοι λέγοντι, Μενέλαε, ʽἐν γὰρ τοῖς κακοῖς ἐξορχήσομαι τὰ μυστήριἀ1 ταῦτα μόνα παρὰ Λευκίππης ἔχω κἀγώ· ἔτι μένει παρθένος· μέχρι μόνων τῶν φιλημάτων ἐστί μου γυνή.

我们固然是用双唇彼此相吻,但欢愉的泉源却发自灵魂。梅内拉奥斯,请相信我的话吧——在此祸患之中我不得不泄露密仪——留基伯给予我的,也唯独只有这些:她至今仍是处子;仅仅在亲吻的限度上,她才是我的妻子。

§4.8.4

Εἰ δέ τις ἁρπάσει μου καὶ ταῦτα, οὐ φέρω τὴν φθοράν, οὐ μεμοιχεύσεταί μου τὰ φιλήματα.”2 “Οὐκοῦν” ἔφη ὁ Μενέλαος “βουλῆς ἡμῖν ἀρίστης δεῖ καὶ ταχίστης.

若有人连这些都要从我身边夺走,我绝不能忍受这种摧残,我的亲吻也决不容许遭人玷污!”“因此,”梅内拉奥斯说,“我们亟需最好且最快的计策。

§4.8.5

Ἐρῶν γάρ τις, εἰς ὅσον μὲν ἔχει τὴν ἐλπίδα τοῦ τυχεῖν, φέρει, εἰς αὐτὸ τὸ τυχεῖν ἀποτεινόμενος· ἐὰν δὲ ἀπογνῷ, τὸ ἐπιθυμοῦν μεταβαλὼν ἀντιλυπῆσαι μέχρι τοῦ δυνατοῦ τολμᾷ τὸ κωλῦον.

因为一个坠入情网的人,只要尚有如愿以偿的希望,便会竭力忍耐,一心向着如愿以偿的目标努力;然而一旦陷入绝望,他内心的渴望就会变质,便敢于在力所能及的范围内向阻碍他的一切施加报复之痛。

§4.8.6

Ἔστω δὲ καὶ ἰσχύς, ὥστε τι δρᾶσαι μετὰ τοῦ μὴ παθεῖν· τότε δὲ τῆς ψυχῆς τὸ μὴ φοβούμενον ἀγριαίνει μᾶλλον τὸ θυμούμενον.3 Καὶ γὰρ ὁ καιρὸς ἐπείγει τῶν πραγμάτων τὸ ἄπορον.”

倘若他更有力量去肆意妄为而不受反制,那时他灵魂中无所畏惧的部分就会让愤怒的部分变得更加狂暴。局势的窘迫正刻不容缓地催逼着我们。”

语法注3 条
  1. 4.8.3ἐξορχήσομαι τὰ μυστήρια

    惯用比喻,字面意为“跳舞跳出密仪”,意指“泄露神圣秘仪/泄露秘密”。克莱托丰将吐露留基伯仍保有童贞这一向来秘而不宣的隐私,比作擅自泄露不得外传的神秘祭仪。

  2. 4.8.4οὐ μεμοιχεύσεταί μου τὰ φιλήματα

    动词使用了将来完成时被动态 μεμοιχεύσεται,表示带有强烈断言与抗拒语气的决绝态度(“我的亲吻决不会被通奸玷污”)。修辞上将抽象的“亲吻”拟人化为妻子,作为动词 μοιχεύω(通奸、玷污)的受事主语。

  3. 4.8.6τῆς ψυχῆς τὸ μὴ φοβούμενον ἀγριαίνει μᾶλλον τὸ θυμούμενον

    两个中性分词的名词化用法分别充当主语和宾语。隶属于 τῆς ψυχῆς(属格表示所属)的 τὸ μὴ φοβούμενον(“不惧怕的部分”)为句子的主语,而 ἀγριαίνει(使狂暴)的宾语则是 τὸ θυμούμενον(“愤怒的部分”),对比性地阐释了免受惩罚的无畏心态会进一步助长狂怒的心理机制。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.8.1-4.8.6