← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§4.7.1-4.7.8

梅内拉奥斯托词拖延与沙尔米德的急迫

梅内拉奥斯假称留喀珀已应允,并请求宽限至抵达亚历山大里亚;迫不及待的沙尔米德执意立刻求欢甚至暗示除掉克莱托丰,梅内拉奥斯遂以月事为借口设法延期。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7.1

Μικρὸν οὖν διαλιπὼν ὁ Μενέλαος, ἀπελθὼν πρὸς τὸν Χαρμίδην “κατείργασται τὸ ἔργον” ἔφη, “καίτοι τὸ πρῶτον ἠρνεῖτο ἰσχυρῶς ἡ γυνή· δεομένου δέ μου καὶ ὑπομιμνήσκοντος τῆς εὐεργεσίας ἐπένευσεν.

于是梅内拉奥斯稍稍停顿之后,便去见沙尔米德,说道:“事情办成了;虽然起初那妇人坚决拒绝,但在我苦苦央求并提醒她曾受的恩惠之后,她点头答应了。

§4.7.2

Ἀξιοῖ δὲ δικαίαν δέησιν ὀλίγων αὐτῇ χαρίσασθαι προθεσμίαν ἡμερῶν,1 “ἔστ’ ἂν εἰς τὴν Ἀλεξάνδρειαν ἀφίκωμαι· κώμη γὰρ αὕτη καὶ ἐν ὄψει τὰ γινόμενα καὶ πολλοὶ μάρτυρες.”” “Εἰς μακρὰν” ὁ Χαρμίδης εἶπε “δίδωσι τὴν χάριν.

不过她提出了一个正当的要求,请您宽限她几天:‘直到我抵达亚历山大里亚;因为这里只是个村落,所发生的事全在众人眼皮底下,目击者太多。’”“她给予的恩惠,”沙尔米德说,“未免拖得太久了。

§4.7.3

Ἐν πολέμῳ δὲ τίς ἐπιθυμίαν ἀναβάλλεται; στρατιώτης δὲ ἐν χερσὶν ἔχων μάχην οἶδεν εἰ ζήσεται; τοσαῦται τῶν θανάτων εἰσὶν ὁδοί. Αἴτησαί μοι παρὰ τῆς Τύχης τὴν ἀσφάλειαν καὶ μενῶ. Ἐπὶ πόλεμον νῦν ἐξελεύσομαι βουκόλων· ἔνδον μου τῆς ψυχῆς ἄλλος πόλεμος κάθηται· στρατιώτης με πορθεῖ τόξον ἔχων, βέλος ἔχων· νενίκημαι, πεπλήρωμαι βελῶν. Κάλεσον, ἄνθρωπε, ταχὺ τὸν ἰώμενον· ἐπείγει τὸ τραῦμα. Ἅψω πῦρ ἐπὶ τοὺς πολεμίους· ἄλλας δᾷδας ὁ ἔρως ἀνῆψε κατ’ ἐμοῦ.

在战乱之时,谁还会推迟欲望?一个临战在即的士兵,又怎知自己是否还能活命?通向死亡的道路有如此之多。你去向命运女神为我祈求平安吧,那样我才会等待。我现在就要出征去攻打牧匪,但在我灵魂深处却踞坐着另一场战争:一个士兵正蹂躏着我,他手持弓矢;我已被打败,身中万箭。朋友,快去把医者请来吧,伤势刻不容缓。我将向敌人放火,但爱神却针对我点燃了另一束火把。

§4.7.5

Τοῦτο πρῶτον, Μενέλαε, σβέσον τὸ πῦρ. Καλὸν τὸ οἰώνισμα πρὸ πολέμου συμβολῆς ἐρωτικὴ συμπλοκή. Ἀφροδίτη με πρὸς Ἄρεα ἀποστειλάτω.” Καὶ ὁ Μενέλαος “ἀλλ’ ὁρᾷς” ἔφη “ὡς οὐκ ἔστι ῥᾴδιον λαθεῖν αὐτὴν ἐνθάδε τὸν ἄνδρα ὄντα καὶ ταῦτα ἐρῶντα.”2

梅内拉奥斯啊,先把这火熄灭吧。在交战前夕行鱼水之欢,是极好的预兆。就让阿佛洛狄忒送我奔赴阿瑞斯吧。”梅内拉奥斯说:“但您也看到了,她要瞒过丈夫绝非易事,毕竟她的丈夫就在这里,而且深爱着她。”

§4.7.6

Καὶ ὁ Χαρμίδης “ἀλλὰ τοῦτό γε ῥᾴδιον” ἔφη “τὸν Κλειτοφῶντα ἀποφορτίσασθαι.”3 Ὁρῶν οὖν ὁ Μενέλαος τοῦ Χαρμίδου τὴν σπουδὴν καὶ φοβηθεὶς περὶ ἐμοῦ, ταχύ τι σκήπτεται πιθανὸν καὶ λέγει “βούλει τὴν ἀλήθειαν ἀκοῦσαι τῆς ἀναβολῆς; ἡ γυνὴ χθὲς ἀφῆκε τὰ ἔμμηνα καὶ ἀνδρὶ συνελθεῖν οὐ θέμις.” “Οὐκοῦν ἀναμενοῦμεν” ὁ Χαρμίδης εἶπεν “ἐνταῦθα τρεῖς ἡμέρας ἢ τέτταρας, αὗται γὰρ ἱκαναί.

沙尔米德答道:“但这件事情倒容易:把克莱托丰除掉便是。”梅内拉奥斯见沙尔米德如此迫切,又为我担忧,便飞快地找了一个令人信服的借口,说道:“您想听听拖延的真相吗?那妇人昨天刚来了月事,与男子同房是不合规矩的。”“既然如此,”沙尔米德说,“我们就在这里等上三四天,因为这也足够了。

§4.7.8

Ὃ δὲ ἔξεστιν αἰτοῦ παρ’ αὐτῆς· εἰς ὀφθαλμοὺς ἡκέτω τοὺς ἐμοὺς καὶ λόγων μεταδότω· ἀκοῦσαι θέλω φωνῆς, χειρὸς θιγεῖν, ψαῦσαι σώματος· αὗται γὰρ ἐρώντων παραμυθίαι. Ἔξεστι δὲ αὐτὴν καὶ φιλῆσαι· τοῦτο γὰρ οὐ κεκώλυκεν ἡ γαστήρ.”

不过,你向她请求那些被允许的事吧:让她来到我眼前,与我交谈;我想听听她的声音,碰碰她的手,抚摸她的身躯;因为这些正是恋人们的慰藉。而且吻她也是可以的,毕竟肚子并未妨碍这件事。”

语法注3 条
  1. 4.7.2Ἀξιοῖ δὲ δικαίαν δέησιν ὀλίγων αὐτῇ χαρίσασθαι προθεσμίαν ἡμερῶν

    δικαίαν δέησιν 作为同族或内涵宾语接在动词 ἀξιοῖ 之后(意为“提出正当的请求”)。其后的不定式 χαρίσασθαι 作同位语或说明性成分,具体说明请求的内容,其直接宾语为 προθεσμίαν(受 ἡμερῶν 修饰),与格 αὐτῇ 为间接宾语。

  2. 4.7.5λαθεῖν αὐτὴν ἐνθάδε τὸν ἄνδρα ὄντα καὶ ταῦτα ἐρῶντα

    动词 λαθεῖν(“避开……的注意、瞒过”)以 τὸν ἄνδρα 为直接宾语,αὐτήν 则是该不定式的逻辑主语(宾格主语)。分词 ὄντα 和 ἐρῶντα 与 τὸν ἄνδρα 保持性数格一致,作附加说明的表语分词(“丈夫身在此处,且如此深爱着”)。

  3. 4.7.6ἀλλὰ τοῦτό γε ῥᾴδιον” ἔφη “τὸν Κλειτοφῶντα ἀποφορτίσασθαι

    不定式短语 τὸν Κλειτοφῶντα ἀποφορτίσασθαι 用作说明性不定式,具体阐释指示代词 τοῦτο 的内容。中动态不定式 ἀποφορτίσασθαι 字面意为“卸下重负”,引申为“摆脱、除掉”,暗示将对克莱托丰不利。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.7.1-4.7.8