- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.4.1-4.4.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托丰提及自己只在画中见过象后,夏尔米得斯将军向众人详述了象长达十年的孕期、惊人的寿命、长牙与象鼻的功用、埃塞俄比亚象奴,以及象凭借芬芳气息为希腊人疗愈头疾并换取酬劳的奇观。
Καὶ ὁ Μενέλαος ʽἦ γὰρ ἐλέφαντἀ ἔφη “ἤδη τεθέασαί ποτε;” “Καὶ μάλα” ὁ Χαρμίδης εἶπεν, “καὶ ἀκήκοα παρὰ τῶν ἀκριβῶς εἰδότων τῆς γενέσεως αὐτοῦ τὸν τρόπον ὡς παράδοξος.”1 “Ἀλλ’ ἡμεῖς γε οὐκ εἴδομεν εἰς ταύτην” ἔφην ἐγὼ “τὴν ἡμέραν, ὅτι μὴ γραφῇ.” “Λέγοιμ’ ἂν ὑμῖν” εἶπε, ʽκαὶ γὰρ ἄγομεν σχολήν. Κύει μὲν αὐτὸν ἡ μήτηρ χρονιώτατον· δέκα γὰρ ἐνιαυτοῖς πλάττει τὴν σποράν, μετὰ δὲ τοσαύτην ἐτῶν περίοδον τίκτει, ὅταν ὁ τόκος γέρων γένηται.
梅内劳斯说道:“难道你真的曾经亲眼见过大象吗?”“当然见过,”夏尔米得斯说,“而且我还从那些详知其事的人那里听闻,它的诞生方式是何等奇异。”“但我们直到今天,”我说,“除了在图画中,还不曾亲眼见过。”“我倒可以讲给你们听,”他说,“反正我们此刻闲暇无事。 母象怀胎的时间极长:它孕育胎儿长达十年之久,唯有经历如此漫长的一段岁月后才会生产,那时胎儿甚至都已年老了。
Διὰ τοῦτο, οἶμαι, καὶ γίνεται μέγας τὴν μορφήν, ἄμαχος τὴν ἀλκήν, πολὺς τὴν βιοτήν, βραδὺς τὴν τελευτήν· βιοῦν γὰρ αὐτὸν λέγουσιν ὑπὲρ τὴν Ἡσιόδου κορώνην.
我以为,正因如此,它在形体上才变得如此庞大,力道上无坚不摧,寿命悠长,死亡迟缓;因为人们说它活得比赫西俄德所说的乌鸦还要久。
Τοιαύτη δέ ἐστιν ἐλέφαντος ἡ γένυς, οἵα τοῦ βοὸς ἡ κεφαλή. Σὺ μὲν γὰρ ἂν ἰδὼν εἴποις κέρας ἔχειν αὐτοῦ τὸ στόμα διπλοῦν· ἔστι δὲ τοῦτο ἐλέφαντος καμπύλος ὀδούς. Μεταξὺ δὲ τῶν ὀδόντων ἀνίσταται αὐτῷ προβοσκίς, κατὰ σάλπιγγα μὲν καὶ τὴν ὄψιν καὶ τὸ μέγεθος, εὐπειθὴς δὲ τῶν πρὸς τὸν ἐλέφαντα.2
大象的下颌就宛如牛头一般。你若是见了,或许会说它的口部长着双角;但其实这是大象弯曲的牙齿。而在两牙之间耸立着它的象鼻,在形状和尺寸上都像号角,却完全顺从大象的意旨而灵活运作。
Προνομεύει γὰρ αὐτῷ τὰς βοσκὰς καὶ πᾶν ὅ τι ἂν ἐμποδὼν εὕρῃ σιτίον. Ἐὰν μὲν γὰρ ᾖ ὄψον ἐλέφαντος, ἔλαβέ τε εὐθὺς καὶ ἐπιπτυχθεῖσα κάτω πρὸς τὴν γένυν τῷ στόματι τὴν τροφὴν διακονεῖ· ἂν δέ τι τῶν ἀνθρωπείων ἴδῃ, τούτῳ περιβάλλει, κύκλῳ τὴν ἄγραν περισφίγξας,3 καὶ τὸ πᾶν ἀνεκούφισε καὶ ὤρεξεν ἄνω δῶρον δεσπότῃ· ἐπικάθηται γάρ τις αὐτῷ ἀνὴρ Αἰθίοψ, καινὸς ἱππεὺς ὤν· καὶ κολακεύει καὶ φοβεῖται καὶ τῆς φωνῆς αἰσθάνεται καὶ μαστίζοντος ἀνέχεται· ἡ δὲ μάστιξ αὐτῷ πέλεκυς σιδηροῦς.
它用象鼻搜寻食物,凡是沿途遇到的一切可食之物都取来。如果那是大象爱吃的美馔,它便立刻卷起,向下折向颚部,把食物送入口中;但若是看见人类的东西,它便将其缠裹住,把猎物在周围紧紧勒住,整个提起来,向上递去作为奉献给主人的礼物;原来上面骑坐着一个埃塞俄比亚男子,充当其奇特的骑手;大象讨好他,畏惧他,听得懂他的声音,也能忍受他的鞭打;而用来抽打它的鞭子,乃是一把铁斧。
Εἶδον δέ ποτε καὶ θέαμα καινόν. Ἀνὴρ Ἕλλην ἐνέθηκε τὴν κεφαλὴν κατὰ μέσην τοῦ θηρίου τὴν κεφαλήν· ὁ δὲ ἐλέφας ἐκεχήνει καὶ περιῄσθμαινε τὸν ἄνθρωπον ἐγκείμενον. Ἀμφότερα οὖν ἐθαύμαζον, καὶ τὸν ἄνθρωπον τῆς εὐτολμίας καὶ τὸν ἐλέφαντα τῆς φιλανθρωπίας.
我有一次还曾见过一幕离奇的景象。一个希腊男子把头直接放进了那头巨兽的头颅中央;大象张开巨口,对着钻在里面的男子四周喷吐气息。我因此对两方都感到惊异:既惊异于那男子的胆量,也惊异于大象对人类的温厚。
Ὁ δὲ ἄνθρωπος ἔλεγεν ὅτι καὶ μισθὸν εἴη δεδωκὼς τῷ θηρίῳ· προσπνεῖν γὰρ αὐτῷ μόνον οὐκ ἀρωμάτων Ἰνδικῶν·4 εἶναι δὲ κεφαλῆς νοσούσης φάρμακον. Οἶδεν οὖν τὴν θεραπείαν ὁ ἐλέφας καὶ προῖκα οὐκ ἀνοίγει τὸ στόμα, ἀλλ’ ἐστὶν ἰατρὸς ἀλαζὼν καὶ τὸν μισθὸν πρῶτον αἰτεῖ. Κἂν δῷς, πείθεται καὶ παρέχει τὴν χάριν καὶ ἁπλοῖ τὴν γένυν καὶ τοσοῦτον ἀνέχεται κεχηνώς, ὅσον ὁ ἄνθρωπος βούλεται. Οἶδε γὰρ ὅτι πέπρακε τὴν ὀδμήν.ʼ
那男子还说,他甚至向那兽支付了酬金;因为大象吹在他身上的气息简直不啻于印度香料,而且是医治头疾的良药。因此大象懂得这套疗法,决不平白无故张开口,反而像个江湖郎中一样先索要报酬。你若是付了钱,它就听话并施予恩惠,张开下颌,男子想要多久,它就能张着嘴忍受多久。因为大象清楚地知道,自己已经卖出了香气。”
- 4.4.1τῆς γενέσεως αὐτοῦ τὸν τρόπον ὡς παράδοξος
提先构式(prolepsis),从属句(ὡς 从句)中的主语句(ὁ τρόπος τῆς γενέσεως αὐτοῦ)被提前作为主句动词 ἀκήκοα 的宾格宾语(τὸν τρόπον),意为“就其诞生方式而言,我听闻它是何等奇异”。
- 4.4.4εὐπειθὴς δὲ τῶν πρὸς τὸν ἐλέφαντα
形容词 εὐπειθής(顺从的、驯服的)带有限定/关涉属格 τῶν,并结合介词短语 πρὸς τὸν ἐλέφαντα(“关于对大象而言的需要/用途”),意即“在符合大象各种意图/用途的事物上极为驯顺灵巧”。
- 4.4.5κύκλῳ τὴν ἄγραν περισφίγξας
此前句子的主语是 προβοσκίς(象鼻,阴性名词),但分词 περισφίγξας 却采用了阳性单数主格,表明语法主语已经自然过渡并转回大象本身(ὁ ἐλέφας),随后的动词 ἀνεκούφισε 与 ὤρεξεν 也均以大象作为施事主体。
- 4.4.8προσπνεῖν γὰρ αὐτῷ μόνον οὐκ ἀρωμάτων Ἰνδικῶν
成语 μόνον οὐκ 意为“几乎、无异于”(all but)。动词 προσπνέω(向……吹气/吐息)支配表示香气来源或材质的属格 ἀρωμάτων Ἰνδικῶν(印度香料)。
