- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.3.1-4.3.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
将军卡尔米德斯为借机多看琉喀佩而故意拖长对话,详细讲解了河中怪兽贪食的秉性以及猎人利用陷坑和木箱机关将其捕获的方法。
“καλεῖ δὴ πρὸς τὴν θέαν ἡμᾶς ὁ στρατηγός· καὶ ἡ Λευκίππη συμπαρῆν. Ἡμεῖς μὲν οὖν ἐπὶ τὸ θηρίον τοὺς ὀφθαλμοὺς εἴχομεν, ἐπὶ τὴν Λευκίππην δὲ ὁ στρατηγός· καὶ εὐθὺς ἑαλώκει. Βουλόμενος οὖν ἡμᾶς παραμένειν ἐπὶ πλεῖστον, ἵν’ ἔχοι τοῖς ὀφθαλμοῖς αὑτοῦ χαρίζεσθαι,1 περιπλοκὰς ἐζήτει λόγων, πρῶτον μὲν τὴν φύσιν τοῦ θηρίου καταλέγων, εἶτα καὶ τὸν τρόπον τῆς ἄγρας, ὡς ἔστι μὲν ἀδηφαγώτατον καὶ ποιεῖται τροφὴν ὅλον λήιον, ἀπάτῃ δὲ πάσχει τὴν ἄγραν.
“于是将军邀请我们前去观看,琉喀佩也一同在场。我们把目光投向那头野兽,将军却把目光投向了琉喀佩;他顷刻间便陷落了。因此,为了让我们逗留得尽可能久些,好让他能纵情饱览自己的眼福,他便在言辞中百般拖延周旋,先是详述那兽的习性,接着又讲起捕获它的方法:此兽极度贪食,能将整片田地的庄稼充当食物,却被机巧之计所捕获。
Ἐπιτηρήσαντες γὰρ αὐτοῦ τὰς διατριβάς, ὄρυγμα ποιησάμενοι ἐπικαλύπτουσιν ἄνωθεν καλάμοις καὶ χώματι· ὑπὸ δὲ τὴν τῶν καλάμων μηχανὴν ἱστάναι κάτω ξύλινον οἴκημα τὰς θύρας ἀνεῳγμένον2 εἰς τὸν ὄροφον τοῦ βόθρου καὶ τὴν πτῶσιν τοῦ θηρίου λοχᾶν· τὸν μὲν γὰρ ἐπιβάντα φέρεσθαι εὐθύς, καὶ τὸ οἴκημα φωλεοῦ δίκην ὑποδέχεσθαι, καὶ τοὺς κυνηγέτας ἐκθορόντας εὐθὺς ἐπικλείειν τοῦ πώματος τὰς θύρας καὶ ἔχειν οὕτω τὴν ἄγραν, ἐπεὶ πρός γε τὸ καρτερὸν οὐδεὶς ἂν αὐτοῦ κρατήσειε.3
原来猎人们窥探到它的出没之地后,挖出一个深坑,从上方覆以芦苇和泥土;又在芦苇制成的机关下方,在坑底置入一个木箱,木箱的门扇朝着坑顶敞开,以此静候巨兽坠入;因为只要那兽一踩上去,便立即直坠而下,木箱如兽穴般将其接纳,猎人们随即猛扑出来,紧紧闭锁顶盖的门扉,如此便手到擒来;盖因单凭力气,决无人能够制服它。
Τά τε γὰρ ἄλλα ἐστὶν ἀλκιμώτατος καὶ τὸ δέρμα, ὡς ὁρᾶτε, φέρει παχὺ καὶ οὐκ ἐθέλει πείθεσθαι σιδήρου τραύματι, ἀλλ’ ἐστίν, ὡς εἰπεῖν, ἐλέφας Αἰγύπτιος. Καὶ γὰρ δεύτερος φαίνεται εἰς ἀλκὴν ἐλέφαντος Ἰνδοῦ.”
此兽在其他各方面皆勇武至极,而且正如你们所见,它皮糙肉厚,不肯屈服于铁器的创伤,简直可以说是‘埃及象’。事实上,就力量而言,它看似仅次于印度象。”
- 4.3.2ἵν’ ἔχοι τοῖς ὀφθαλμοῖς αὑτοῦ χαρίζεσθαι
由 ἵνα 引导的目的从句中,动词 ἔχω 接不定式 χαρίζεσθαι 表示能力或可能性(“得以……”)。因主句动词为过去未完成时(ἐζήτει),从句按时态呼应法则采用了希求语气(ἔχοι)。
- 4.3.3ἱστάναι κάτω ξύλινον οἴκημα τὰς θύρας ἀνεῳγμένον
叙述从前面的直陈式(ἐπικαλύπτουσιν)转入表示间接引述的宾格不定式结构(ἱστάναι ... λοχᾶν),以承接将军所作的解说。完成时分词 ἀνεῳγμένον 修饰中性宾格名词 ξύλινον οἴκημα,而 τὰς θύρας 则作关系宾格(或局部宾格),意即“门扇大开的木箱”。
- 4.3.4πρός γε τὸ καρτερὸν οὐδεὶς ἂν αὐτοῦ κρατήσειε
由 ἄν 与希求语气(κρατήσειε)构成的可能希求表达(“决无人能够战胜……”)。介词短语 πρός ... τὸ καρτερόν 表示“若论蛮力/单凭力量”。动词 κρατέω 支配属格宾语(αὐτοῦ)。
