- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.5.1-4.5.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
当叙述者询问为何如此丑陋的巨兽会具有这般甘美的芳香时,夏尔米得斯揭示了大象所食的印度黑玫瑰的特性,说明这种植物正是其呼气芬芳的来源。
“Καὶ πόθεν” ἔφην “οὕτως ἀμόρφῳ θηρίῳ τοσαύτη τῆς εὐωδίας ἡδονή;” “Ὅτι” ἔφη Χαρμίδης “τοιαύτην ποιεῖται καὶ τὴν τροφήν. Ἰνδῶν γὰρ ἡ γῆ γείτων ἡλίου· πρῶτοι γὰρ ἀνατέλλοντα τὸν θεὸν ὁρῶσιν Ἰνδοί, καὶ αὐτοῖς θερμότερον τὸ φῶς ἐπικάθηται, καὶ τηρεῖ τὸ σῶμα τοῦ πυρὸς τὴν βαφήν.
“但是,”我说,“这般丑陋的巨兽,究竟从何处获得如此馥郁芬芳的愉悦呢?” “因为,”夏尔米得斯说,“它所取的食物也是这般性质。原来,印度人的土地与太阳为邻;印度人是最先看到那神明升起的,阳光更炽热地笼罩在他们身上,他们的身躯也保留着火焰的染色。
Γίνεται δὲ παρὰ τοῖς Ἕλλησιν ἄνθος Αἰθίοπος χρόας, ἔστι δὲ παρ’ Ἰνδοῖς οὐκ ἄνθος ἀλλὰ πέταλον, οἷα παρ’ ἡμῖν τὰ πέταλα τῶν φυτῶν, ὃ μὲν κλέπτει τὴν πνοὴν1 καὶ τὴν ὀδμὴν οὐκ ἐπιδείκνυται· ἢ γὰρ ἀλαζονεύεσθαι πρὸς τοὺς εἰδότας ὀκνεῖ ἢ τῆς ἡδονῆς τοῖς πολίταις φθονεῖ· ἂν δὲ τῆς γῆς μικρὸν ἐξοικήσῃ καὶ ὑπερβῇ τοὺς ὅρους, ἀνοίγει τῆς κλοπῆς τὴν ἡδονὴν2 καὶ ἄνθος ἀντὶ φύλλου γίνεται καὶ τὴν ὀδμὴν ἐνδύεται.
在希腊人那里生长着一种具有埃塞俄比亚人肤色的花,但在印度人那里它却不是花,而是一片叶子,就像我们身边的植物叶片一样,它隐藏起自己的气息,并不炫耀自身的芬芳;因为它要么是不愿在熟知它的人面前炫耀,要么是吝啬于将这种愉悦分享给同胞。但它若是稍稍迁离本土,跨越边界,就会展现出隐匿的甘美,化叶为花,并将香气披在身上。
Μέλαν τοῦτο ῥόδον Ἰνδῶν. Ἔστι δὲ τοῖς ἐλέφασι σιτίον, ὡς τοῖς βουσὶ παρ’ ἡμῖν ἡ πόα. Ἅτε οὖν ἐκ πρώτης γονῆς αὐτῷ τραφείς,3 ὄδωδέ τε πᾶς κατὰ τὴν τροφήν, καὶ τὸ πνεῦμα πέμπει κάτωθεν εὐωδέστατον ὃ τῆς πνοῆς αὐτῷ γέγονε πηγή.”
这就是印度的黑玫瑰。它就是大象的食粮,宛如在我们这里草是牛的食料一般。因此,大象既然从出生伊始就以它为食,全身便都散发着与其食物相符的香气,并从体内深处送出至为芬芳的气息,这气息便成了它呼气的源泉。”
- 4.5.2ὃ μὲν κλέπτει τὴν πνοὴν
关系代词 ὃ(中性单数主格)指代先行词 πέταλον。小辞 μέν 在紧接着的分句中并没有严格对应的 δέ 分句,但在逻辑上与下文由 ἂν δὲ τῆς γῆς... 引导的条件句形成对照。动词 κλέπτει(偷窃、窃取)在此处被拟人化地用作比喻,意为“隐藏/私藏”其香气。
- 4.5.2τῆς κλοπῆς τὴν ἡδονὴν
属格 τῆς κλοπῆς(偷盗的)呼应了上文的 κλέπτει τὴν πνοήν,在此处充当宾格性或性质属格,指代如赃物般隐匿之物,即“被隐藏偷存的快感(香气)”。
- 4.5.3Ἅτε οὖν ἐκ πρώτης γονῆς αὐτῷ τραφείς
分词 τραφείς 为阳性单数主格(τρέφω 的被动不定过去时分词)。尽管前一句用复数与格 τοῖς ἐλέφασι 提到了大象,但此处句法转为通称性的单数主语(ὁ ἐλέφας),并与主句动词 ὄδωδε(完成时主动第三人称单数)的主语一致。与格 αὐτῷ 为中性单数,指代前句的黑玫瑰(Μέλαν τοῦτο ῥόδον),作手段或来源与格。
