- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.19.1-4.19.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者详尽描绘了尼罗河巨兽鳄鱼的外貌特征,包括其鳞甲、粗固如鞭的尾部、无颈的骨骼以及能巨大张开的颌口。
Εἶδον δὲ καὶ ἄλλο θηρίον τοῦ Νείλου ὑπὲρ τὸν ἵππον τὸν ποτάμιον εἰς ἀλκὴν ἐπαινούμενον, κροκόδειλος δὲ ὄνομα ἦν αὐτῷ· παρήλλακτο δὲ τὴν μορφὴν εἰς ἰχθὺν ὁμοῦ καὶ θηρίον.1 Μέγας μὲν γὰρ ἐκ κεφαλῆς ἐς οὐράν, τὸ δὲ εὖρος τοῦ μεγέθους οὐ κατὰ λόγον.
我还看到了尼罗河的另一种猛兽,其勇悍受赞更在河马之上,名字唤作鳄鱼;它的形态同时兼具了鱼类与陆兽的变异特征。从头至尾固然庞大,但躯体的宽度与这等长度并不相称。
Δορὰ μὲν φολίσι ῥυσή, τεφραία δὲ τῶν νώτων ἡ χρόα· ἡ γαστὴρ δὲ λευκή· πόδες τέτταρες εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι, καθάπερ χερσαίας χελώνης· οὐρὰ μακρὰ καὶ παχεῖα καὶ ἐοικυῖα στερεῷ σώματι.
皮肉覆鳞而起皱,背部的肤色呈灰色,腹部则是白色;四只足爪向侧面微微弯曲,宛如陆龟一般;尾巴修长而粗壮,犹如坚实完整的躯干。
Οὐ γὰρ ὡς τοῖς ἄλλοις ἐπίκειται θηρίοις, ἀλλ’ ἔστι τῆς ῥάχεως ἓν ὀστοῦν τελευτὴ καὶ μέρος αὐτοῦ τῶν ὅλων.2 Ἐντέτμηται δὲ ἄνωθεν εἰς ἀκάνθας ἀναιδεῖς, οἷαι τῶν πριόνων εἰσὶν αἱ αἰχμαί.
因为这尾巴并不像其他兽类那样仅仅依附于体外,而是脊椎末梢连成的一根整骨,构成其全身不可或缺的部位。尾巴上方刻凿着锋利可畏的棘刺,宛如锯齿的尖芒。
Αὕτη δὲ αὐτῷ καὶ μάστιξ ἐπὶ τῆς ἄγρας γίνεται· τύπτει γὰρ αὐτῇ πρὸς οὓς ἄν διαπαλαίῃ καὶ πολλὰ ποιεῖ τραύματα πληγῇ μιᾷ. Κεφαλὴ δὲ αὐτῷ τοῖς νώτοις συνυφαίνεται καὶ εἰς μίαν στάθμην ἰθύνεται (ἔκλεψε γὰρ αὐτοῦ τὴν δέρην ἡ φύσις), ἔστι δὲ τοῦ λοιποῦ βλοσυρωτέρα σώματος καὶ ἐπὶ πλεῖστον ἐπὶ τὰς γένυς ἐκτείνεται καὶ ἀνοίγεται πᾶσα.
这尾部在它捕猎时便化作鞭子:凡与它搏斗之物,它都以尾击打,一击便可造成多处创伤。它的头部与背部连成一体,排布于同一直线上(因为大自然盗去了它的脖颈);这头部比身躯其余部分更加威猛怖人,向颌部极力伸展,整个都能张裂开来。
Τὸν μὲν γὰρ ἄλλον χρόνον, παρ’ ὅσον οὐ κέχηνε τὸ θηρίον, ἔστι κεφαλή· ὅταν δὲ χάνῃ πρὸς τὰς ἄγρας, ὅλον στόμα γίνεται. Ἀνοίγει δὲ τὴν γένυν τὴν ἄνω, τὴν δὲ κάτω στερεὰν ἔχει· καὶ ἀπόστασίς ἐστι πολλή, καὶ μέχρι τῶν ὤμων τὸ χάσμα, καὶ εὐθύς ἡ γαστήρ.
在其余时刻,只要这猛兽未曾张开大口,那便是一颗脑袋;但每当它为了捕食而张嘴,整颗头便全成了嘴。它抬起上颌,而下颌保持不动;这口张得极阔,豁口直抵两肩,紧接着便是肚腹。
Ὀδόντες δὲ πολλοὶ καὶ ἐπὶ πλεῖστον τεταγμένοι. Φασὶ δὲ ὅτι τὸν ἀριθμὸν τυγχάνουσιν ὅσας ὁ θεὸς εἰς ὅλον ἔτος ἀναλάμπει τὰς ἡμέρας·3 τοσοῦτον σπόρον φέρει τῶν γενύων πεδίον. Ἂν δ’ ἐκπεράσῃ πρὸς τὴν γῆν, ὅσον ἔχει δυνάμεως ἀπιστήσεις, ἰδὼν τὴν τοῦ σώματος ὁλκήν.
其牙齿繁密,排布极广。据说其数量正合乎神明在整年里照亮的天数;其双颌的原野所承载的播殖竟有如此之多。然而它若爬上陆地,见到它那拖曳身躯的样子,你定难相信它竟怀有这等神力。
- 4.19.1παρήλλακτο δὲ τὴν μορφὴν εἰς ἰχθὺν ὁμοῦ καὶ θηρίον
动词 παρήλλακτο 是 παραλλάσσω 的直陈式过去完成时中被动态第三人称单数,表示状态(“呈现出偏异”)。宾格 τὴν μορφὴν 作关系宾格(“在形态方面”)。介词短语 εἰς ἰχθὺν ὁμοῦ καὶ θηρίον 表示变异所指向的结合特征(“同时化为鱼类与陆兽”)。
- 4.19.3τῆς ῥάχεως ἓν ὀστοῦν τελευτὴ καὶ μέρος αὐτοῦ τῶν ὅλων
主语承前句的 οὐρά(尾巴)。表语为 ἓν ὀστοῦν(一根骨头),τελευτή 作同位语或谓语属性补充(“脊柱的终末”)。αὐτοῦ 与 τῶν ὅλων 皆依附于 μέρος,意为“其整个躯体的一部分”。
- 4.19.6τὸν ἀριθμὸν τυγχάνουσιν ὅσας ὁ θεὸς εἰς ὅλον ἔτος ἀναλάμπει τὰς ἡμέρας
宾格 τὸν ἀριθμόν 为关系宾格(“在数量上”)。从句 ὅσας ὁ θεὸς εἰς ὅλον ἔτος ἀναλάμπει τὰς ἡμέρας 采用了先行词内入(incorporation)的结构,即先行词 τὰς ἡμέρας 被并入了关系代词 ὅσας 引领的从句中,作为 ἀναλάμπει 的同族宾语/时间宾语,指“与神明在整年中照耀的天数相同”。
