← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§4.18.1-4.18.6

启程驶往亚历山大里亚与尼罗河之水

都城军队平定强盗后水路恢复畅通,众人与凯雷阿斯一同乘船驶往亚历山大里亚。克莱托丰细致描绘了尼罗河上节庆般的欢腾航程、未掺酒清泉的甘美,以及当地人直接用手掌抛水入腹的奇特饮水法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.18.1

Ἐν τούτῳ δὲ καὶ τοὺς λῃστὰς ἐπελθοῦσα δύναμις μείζων ἀπὸ τῆς μητροπόλεως παρεστήσατο καὶ πᾶσαν αὐτῶν εἰς ἔδαφος κατέστρεψε τὴν πόλιν. Ἐλευθερωθέντος δὲ τοῦ ποταμοῦ τῆς τῶν βουκόλων ὕβρεως, παρεσκευαζόμεθα τὸν ἐπὶ τὴν Ἀλεξάνδρειαν πλοῦν. Συνέπλει δὲ ἡμῖν καὶ ὁ Χαιρέας, φίλος ἤδη γενόμενος ἐκ τῆς τοῦ φαρμάκου μηνύσεως.

与此同时,从都城开来的更庞大军队降伏了强盗,并将他们的整座城镇夷为平地。随着这条河流从牛栏贼的横暴中被解放出来,我们便准备起航前往亚历山大里亚。因告发毒药一事而早已成为我们朋友的凯雷阿斯,也与我们同行。

§4.18.2

Ἦν δὲ τὸ μὲν γένος ἐκ τῆς νήσου τῆς Φάρου, τὴν δὲ τέχνην ἁλιεύς, ἐστρατεύετο δὲ μισθοῦ κατὰ τῶν βουκόλων τὴν ἐν ταῖς ναυσὶ στρατείαν, ὥστε μετὰ τὸν πόλεμον τῆς στρατείας ἀπήλλακτο.

他出身于法罗斯岛,本行是个渔民,但先前为了酬金而投身于对抗牛栏贼的水军服役,因此战争结束后便退伍卸役了。

§4.18.3

Ἦν οὖν ἐξ ἀπλοίας μακρᾶς πλεόντων πάντα μεστὰ1 καὶ πολλή τις ὄψεως ἡδονή, ναυτῶν ᾠδή, πλωτήρων κρότος, χορεία νεῶν, καὶ ἦν ἅπας ὁ ποταμὸς ἑορτή· ἐῴκει δὲ ὁ πλοῦς κωμάζοντι ποταμῷ. Ἔπινον δὲ καὶ τοῦ Νείλου τότε πρῶτον ἄνευ τῆς πρὸς οἶνον ὁμιλίας, κρῖναι θέλων τοῦ πώματος τὴν ἡδονήν· οἶνος γὰρ φύσεως ὕδατος κλοπή.

因此,在漫长的停航之后重泛舟楫的人们将四处填满,景象带来极大的欢悦:水手的歌声、行舟者的拍击声、船只的往来起舞,整条大河宛如一场庆典;这趟航程就好似一条狂欢欢宴的河流。当时我亦初次未掺葡萄酒而饮用尼罗河水,意在品评此饮的本真美妙;因为酒会夺走水的天赋本性。

§4.18.4

Ἀρυσάμενος οὖν ὑάλου τῆς διαφανοῦς κύλικα, τὸ ὕδωρ ἑώρων ὑπὸ λευκότητος πρὸς τὸ ἔκπωμα ἁμιλλώμενον καὶ τὸ ἔκπωμα νικώμενον· γλυκὺ δὲ πινόμενον ἦν καὶ ψυχρὸν ἐν μέτρῳ τῆς ἡδονῆς· οἶδα γὰρ ἐνίους τῶν παρ’ Ἕλλησι ποταμῶν καὶ τιτρώσκοντας τούτῳ·2 συνέκρινον αὐτοὺς τῷ ποταμῷ. Διὰ τοῦτο αὐτὸν ἄκρατον ὁ Αἰγύπτιος πίνων οὐ φοβεῖται, Διονύσου μὴ δεόμενος. Ἐθαύμασα δὲ αὐτῶν καὶ τὸν τρόπον τοῦ ποτοῦ. Οὔτε γὰρ ἀρύσαντες πίνειν ἐθέλουσιν οὔτε ἐκπωμάτων ἀνέχονται, ἔκπωμα αὐτουργὸν ἔχοντες· ἔκπωμα γὰρ αὐτοῖς ἐστιν ἡ χείρ.

于是我舀了一只透明玻璃杯的水,只见这水在皎洁澄澈上与杯相竞,而杯子竟被比了下去;饮下时甘甜可口,其清凉恰到令人惬意的火候;因为据我所知,希腊境内的某些河流正因这种过于彻骨的寒冷而伤及人体;我便将那些河流与这大河加以对比。 正因如此,埃及人饮用这未掺杂的生水毫不畏惧,全然无需狄奥尼索斯。我对他们饮水的方式也大为赞叹。因为他们既不愿舀出水来饮用,也容不得杯盏,因为他们拥有一具天然自备的杯子:对他们而言,手掌即是杯子。

§4.18.6

Εἰ γάρ τις αὐτῶν διψήσειε πλέων, προκύψας ἐκ τῆς νεὼς τὸ μὲν πρόσωπον ἐς τὸν ποταμὸν προβέβληκε, τὴν δὲ χεῖρα εἰς τὸ ὕδωρ καθῆκε καὶ κοίλην βαπτίσας καὶ πλησάμενος ὕδατος ἀκοντίζει κατὰ τοῦ στόματος τὸ πῶμα καὶ τυγχάνει τοῦ σκοποῦ· τὸ δὲ κεχηνὸς περιμένει τὴν βολὴν3 καὶ δέχεται καὶ κλείεται καὶ οὐκ ἐᾷ τὸ ὕδωρ αὖθις ἔξω πεσεῖν.

因为他们之中若有人在行船时口渴,便从船上探出身去,将脸朝向河水伸展,把手探入水中,掌心做凹陷状浸润并盛满水,然后将这股水流射向嘴中,百发百中;而那张开的口正等待着这记投掷,将其接纳并闭合,不让水滴再次漏出落到外面。

语法注3 条
  1. 4.18.3ἐξ ἀπλοίας μακρᾶς πλεόντων πάντα μεστὰ

    属格复数分词 πλεόντων 用作形容词 μεστά(充满……的)的补足语,表明充满的内容:“在长期无法通航之后再次航行的人们(πλεόντων)挤满了各处”。

  2. 4.18.4τιτρώσκοντας τούτῳ

    τούτῳ 为工具与格,指代前文提到的“清凉(ψυχρόν)”。此处构成对比:希腊境内的某些河流正因过于刺骨的冰冷而“伤人(τιτρώσκοντας)”,而尼罗河水的凉度则“恰到好处地带来愉悦(ἐν μέτρῳ τῆς ἡδονῆς)”。

  3. 4.18.6τὸ δὲ κεχηνὸς περιμένει τὴν βολὴν

    τὸ κεχηνός 是动词 χάσκω(张开)的完成时中性单数分词,作名词性用法,承接前文出现的中性名词 τὸ στόμα(嘴),意为“那张开的[嘴]正等待着投掷”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.18.1-4.18.6