- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:5.1.1-5.1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述者抵达亚历山大里亚,为其宏伟规整的柱廊大街、壮丽景致以及城市规模与庞大人口之间的奇妙平衡所深深震撼。
Τριῶν δὲ πλεύσαντες ἡμερῶν εἰς Ἀλεξάνδρειαν ἤλθομεν. Ἀνιόντι δέ μοι1 κατὰ τὰς Ἡλίου καλουμένας πύλας, συνηντᾶτο εὐθὺς τῆς πόλεως ἀστράπτον τὸ κάλλος, καί μου τοὺς ὀφθαλμοὺς ἐγέμισεν ἡδονῆς.
航行了三天之后,我们抵达了亚历山大里亚。当我从所谓的“太阳之门”进城时,这座城市的璀璨之美立刻迎面而来,使我的双眼充满了愉悦。
Στάθμη μὲν κιόνων ὄρθιος ἑκατέρωθεν ἐκ τῶν Ἡλίου πυλῶν εἰς τὰς Σελήνης πύλας· οὗτοι γὰρ τῆς πόλεως οἱ πυλωροί· ἐν μέσῳ δὲ τῶν κιόνων τῆς πόλεως τὸ πεδίον.
从太阳之门到月亮之门,两侧是一字排开笔直的柱廊——他们〔太阳与月亮〕正是这城市的门卫——在柱廊之间展开的则是城中的广场平原。
Ὁδὸς δὲ διὰ τοῦ πεδίου πολλὴ καὶ ἔνδημος ἀποδημία. Ὀλίγους δὲ τῆς πόλεως σταδίους2 προελθὼν ἦλθον εἰς τὸν ἐπώνυμον Ἀλεξάνδρου τόπον. Εἶδον δὲ ἐντεῦθεν ἄλλην πόλιν καὶ σχιζόμενον ταύτῃ τὸ κάλλος.
穿过这片平原的大道宽阔无垠,置身城中却仿佛远行异乡。在城内向前走了数个斯塔德后,我来到了以亚历山大命名的地方。从那里,我看到了另一座城,以及在此处分岔的绝美景致。
Ὅσος γὰρ κιόνων ὄρχατος εἰς τὴν εὐθυωρίαν, τοσοῦτος ἕτερος εἰς τὰ ἐγκάρσια. Ἐγὼ δὲ μερίζων τοὺς ὀφθαλμοὺς εἰς πάσας τὰς ἀγυιὰς θεατὴς ἀκόρεστος ἤμην καὶ τὸ κάλλος ὅλως οὐκ ἐξήρκουν ἰδεῖν.
因为纵向笔直延伸的柱廊有多长,横向穿插的柱廊也有同等规模。我把目光分散到所有街道上,成了一个不知餍足的观览者,全然无法将这般美景尽收眼底。
Τὰ μὲν ἔβλεπον, τὰ δὲ ἔμελλον, τὰ δὲ ἠπειγόμην ἰδεῖν, τὰ δὲ οὐκ ἤθελον παρελθεῖν· ἐκράτει τὴν θέαν τὰ ὁρώμενα, εἷλκε τὰ προσδοκώμενα. Περιάγων οὖν ἐμαυτὸν εἰς πάσας τὰς ἀγυιὰς καὶ πρὸς τὴν ὄψιν δυσερωτιῶν εἶπον καμὼν “ὀφθαλμοί, νενικήμεθα.” Εἶδον δὲ δύο καινὰ καὶ παράλογα, μεγέθους πρὸς κάλλος ἅμιλλαν καὶ δήμου πρὸς πόλιν φιλονεικίαν, καὶ ἀμφότερα νικῶντα. Ἡ μὲν γὰρ ἠπείρου μείζων ἦν, ὁ δὲ πλείων ἔθνους· καὶ εἰ μὲν εἰς τὴν πόλιν ἀπεῖδον, ἠπίστουν εἰ πληρώσει τις δῆμος αὐτὴν ἀνδρῶν, εἰ δὲ τὸν δῆμον ἐθεασάμην, ἐθαύμαζον εἰ χωρήσει τις αὐτὸν πόλις.3 Τοιαύτη τις ἦν ἰσότητος τρυτάνη.
我看着这些,又正准备看那些,急切地想看某些地方,又舍不得错过另一些景致;眼前所见牢牢吸引着视线,满怀期待的又引诱着目光。于是我让自己在所有街道间流连盘桓,为这景象痴迷发狂,疲惫不堪地说道:“双眼啊,我们被打败了。”我看到了两件奇特而超乎常理之事:规模与美丽的竞逐,以及民众与城市的抗衡,并且双方皆胜。因为这座城比一片大陆更辽阔,而这民众比整个民族更众多;若我转眼看向城市,便怀疑是否有任何民众能够填满这城,若我打量那民众,又惊叹是否有任何城市能将他们容纳。这便是那般势均力敌的天平。
- 5.1.1Ἀνιόντι δέ μοι
与格分词 Ἀνιόντι 与人称代词与格 μοι 首先作后文动词 συνηντᾶτο(相迎、相遇)所支配的间接宾语,同时兼具关系与格(dativus iudicantis)的功能,确立了观察者进入城门时的视角(“对于走入进来的我而言”)。
- 5.1.3Ὀλίγους δὲ τῆς πόλεως σταδίους
Ὀλίγους σταδίους 是表示空间范围或距离的延展宾格(accusative of extent of space)。属格 τῆς πόλεως 修饰 σταδίους,充当部分属格或空间属格,指示在城市内部推进的范围。
- 5.1.6εἰ πληρώσει τις δῆμος αὐτὴν ἀνδρῶν, εἰ δὲ τὸν δῆμον ἐθεασάμην, ἐθαύμαζον εἰ χωρήσει τις αὐτὸν πόλις
εἰ πληρώσει 与 εἰ χωρήσει 这两处 εἰ 均非引导条件从句(“如果”),而是分别由表示心理怀疑与惊叹的动词 ἠπίστουν(我怀疑是否……)与 ἐθαύμαζον(我惊异是否……)所引导的间接疑问从句。
