- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.17.1-4.17.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱托丰给勒基佩喂下药剂,勒基佩随即安睡,并在破晓时分恢复神智醒来。克莱托丰欣喜地为她松绑并告知事情原委,随后高高兴兴地付清了药钱。
Ἐπεὶ οὖν καιρὸς ἦν αὐτῇ πιεῖν τὸ φάρμακον, ἐγχέας προσηυχόμην αὐτῷ “ὦ γῆς τέκνον, φάρμακον, ὦ δῶρον Ἀσκληπιοῦ, ἀλήθευσόν σου τὰ ἐπαγγέλματα· εὐτυχέστερον ἐμοῦ γενοῦ καὶ σῶζέ μοι τὴν φιλτάτην. Νίκησον τὸ φάρμακον ἐκεῖνο τὸ βάρβαρον καὶ ἄγριον.” Ταῦτα δοὺς τῷ φαρμάκῳ τὰ συνθήματα καὶ καταφιλήσας τὸ ἔκπωμα δίδωμι τῇ Λευκίππῃ πιεῖν· ἡ δέ, ὡς ὁ ἄνθρωπος εἶπε, μετὰ μικρὸν ἔκειτο καθεύδουσα. Κἀγὼ παρακαθήμενος ἔλεγον πρὸς αὐτὴν ὡς ἀκούουσαν “ἆρά μοι σωφρονήσεις ἀληθῶς; ἆρά μέ ποτε γνωριεῖς; ἆρά σου τὴν φωνὴν ἐκείνην ἀπολήψομαι;
到了她该服药的时候,我斟上药,向它祈求道:“大地之子、阿斯克勒庇俄斯的赐礼——良药啊,使你的许诺成为现实吧!愿你比我更得神眷,为我救救我最心爱的人。战胜那凶残野蛮的毒药吧!”我给这药念了这番切口,亲吻了杯子,然后递给勒基佩喝下。正如那人所说,过不多久她便躺下睡着了。我坐在她身旁,如同她能听见一般对她倾诉:“你当真能为我恢复神智吗?你何时才能认出我来?我还能重新听到你那声音吗?
μάντευσαί τι καὶ νῦν καθεύδουσα· καὶ γὰρ χθὲς τοῦ Γοργίου κατεμαντεύσω δικαίως. Εὐτυχεῖς ἄρα μᾶλλον κοιμωμένη· γρηγοροῦσα μὲν γὰρ μανίαν δυστυχεῖς,1 τὰ δὲ ἐνύπνιά σου σωφρονεῖ.” Ταῦτά μου διαλεγομένου ὡς πρὸς ἀκούουσαν Λευκίππην, μόλις ἡ πολύευκτος ἕως ἀναφαίνεται, καὶ ἡ Λευκίππη φθέγγεται, καὶ ἦν ἡ φωνὴ “Κλειτοφῶν.” Ἀναπηδήσας οὖν πρόσειμί τε αὐτῇ καὶ πυνθάνομαι πῶς ἔχει· ἡ δὲ ἐῴκει μὲν μηδὲν ὧν ἔπραξεν ἐγνωκέναι, τὰ δεσμὰ δὲ ἰδοῦσα ἐθαύμαζε καὶ ἐπυνθάνετο τίς ὁ δήσας εἴη. Ἐγὼ δὲ ἰδὼν σωφρονοῦσαν ὑπὸ πολλῆς χαρᾶς ἔλυον μὲν μετὰ θορύβου τὰ δεσμά, μετὰ ταῦτα δὲ ἤδη τὸ πᾶν αὐτῇ διηγοῦμαι· ἡ δὲ ᾐσχύνετο ἀκροωμένη καὶ ἠρυθρία καὶ ἐνόμιζε τότε αὐτὰ ποιεῖν.2
趁着如今沉睡,你也预言些什么吧;因为昨天你就准确预言了高尔吉亚的事。看来你睡着时反而更幸福;因为醒着时你遭遇了发疯的厄运,而你的梦境却是清醒理智的。”正当我这样对着如同在倾听的勒基佩倾诉时,期盼已久的拂晓终于隐约显现,勒基佩发出了声音,那声音唤的是:“克莱托丰。”我一跃而起,来到她身边,询问她感觉如何。她似乎对自己做过的事一无所知,看见身上的捆绑甚是惊讶,询问是谁绑了她。我见她神智已清,喜极而乱,慌忙为她解开绳索,随后将一切经过原原本本讲给她听。她听着这些,羞愧得满面通红,觉得仿佛自己此刻正在做那些事一般。
Τὴν μὲν οὖν ἀνελάμβανον παραμυθούμενος, τοῦ δὲ φαρμάκου τὸν μισθὸν ἀποδίδωμι μάλα ἄσμενος. Ἦν δὲ τὸ πᾶν ἡμῖν ἐφόδιον σῶον· ὁ γὰρ Σάτυρος ἔτυχεν ἐζωσμένος ὅτε ἐναυαγήσαμεν, οὐκ ἀφῄρητο δὲ ὑπὸ τῶν λῃστῶν οὔτε αὐτὸς οὔτε ὁ Μενέλαος οὐδὲν ὧν εἶχεν.3
于是我好言安抚,让她振作起来,并满心欢喜地付了那份药钱。我们的全部盘缠都安然无恙;因为在我们遭遇海难时,萨图罗斯恰好将钱囊系在腰带上,而且无论是他还是梅内劳斯,身边的财物全都没有被强盗抢走半点。
- 4.17.3μανίαν δυστυχεῖς
不及物动词 δυστυχέω(遭遇不幸)带有一个表具体内容或性质的内在宾格(同族宾格)μανίαν(发狂),意为“遭受发狂的不幸”。这与后半句的 τὰ δὲ ἐνύπνιά σου σωφρονεῖ 形成了工整的意义对仗。
- 4.17.5ἐνόμιζε τότε αὐτὰ ποιεῖν
现在不定词 ποιεῖν 与副词 τότε 的搭配。虽然在语法上可解作她意识到自己在过去发狂之时做过那些事(“认定了自己当时做了那些丑事”),但结合前面紧邻的 ᾐσχύνετο(感到羞耻)与 ἠρυθρία(脸红)等生动的当下情绪描写,此处更自然地理解为她听闻自己的行径时,心理上产生了一种主观错觉:“仿佛自己就在此时此刻正做着那些事一样”。
- 4.17.6οὐδὲν ὧν εἶχεν
关系代词的引申格变化(格同化/attraction)。作为 εἶχεν 的直接宾语,原本应为宾格 ἅ(或 ὅ τι),在此受到省去的前行词所有格成分影响,被吸引同化为属格 ὧν,结构相当于 οὐδὲν [τούτων] ἃ εἶχεν(“他所拥有的事物中的任何一件”)。
