← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§4.16.1-4.16.5

当面配制解药与试饮

凯瑞阿斯引着仆人前来,克利托丰付给他首笔赏金,但出于审慎要求当面配药并试喝。那人照办当场研药并先行饮下一半,叮嘱傍晚给琉喀珀服下另一半后离去。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.16.1

Κἀν τούτῳ παρῆν ὁ Χαιρέας, ἄγων τὸν ἄνθρωπον. Λέγω οὖν πρὸς ἀμφοτέρους “τοὺς μὲν τέτταρας χρυσοῦς ἤδη λάβετε μισθὸν ἀγαθῆς μηνύσεως· ἀκούσατε δὲ ὡς ἔχω περὶ τοῦ φαρμάκου.1 Ὁρᾶτε ὡς καὶ τῶν παρόντων τῇ γυναικὶ κακῶν αἴτιον γέγονε φάρμακον.

正当此时,凯瑞阿斯带着那个人来了。于是我对他们二人说:“这四枚金币,你们且收下作为报信有功的赏赐;但请听听我对用药的顾虑。你们看,造成如今降临在这女子身上的灾祸的,正是药物。

§4.16.2

Οὐκ ἀκίνδυνον δὲ ἐπιφαρμάσσειν2 τὰ σπλάγχνα ἤδη πεφαρμαγμένα. Φέρε εἴπατε ὅ τι καὶ ἔχει τὸ φάρμακον τοῦτο, καὶ παρόντων ἡμῶν σκευάσατε· χρυσοῖ δὲ ὑμῖν ἄλλοι τέτταρες μισθός, ἄν οὕτω ποιῆτε.” Καὶ ὁ ἄνθρωπος “δίκαια” ἔφη “φοβῇ· τὰ δὲ ἐμβαλλόμενα κοινὰ καὶ πάντα ἐδώδιμα· αὐτὸς δὲ τούτων ἀπογεύσομαι τοσοῦτον, ὅσον κἀκείνη λάβῃ.”3 Καὶ ἅμα κελεύει τινὰ πριάμενον κομίζειν, ἕκαστον εἰπών. Ὥς δὲ ταχὺ μὲν ἐκομίσθη, παρόντων δ’ ἡμῶν συνέτριψε πάντα ὁμοῦ, δίχα διελὼν “τὸ μὲν αὐτὸς”

对已经中过药毒的腑脏再施加药物,绝非没有风险。来吧,告诉我这药里到底含有什么,并且当着我们的面配制;如果你们这样做,另有四枚金币赏给你们。”那人说:“你的担忧是正当的;投入其中的成分皆是寻常之物,而且全部可以食用;我自己会亲自品尝与她所服等量的药剂。”随即便逐一报出名称,吩咐人去买来送呈。东西很快送来后,他在我们面前将所有原料一齐研碎,分成两份,说道:

§4.16.4

ἔφη “πίομαι πρῶτος, τὸ δὲ δώσω τῇ γυναικί. Κοιμήσεται δὲ πάντως δι’ ὅλης τῆς νυκτὸς λαβοῦσα· περὶ δὲ τὴν ἕω καὶ τὸν ὕπνον καὶ τὴν νόσον ἀπώσεται.” Λαμβάνει δὴ τοῦ φαρμάκου πρῶτος αὐτός, τὸ δὲ λοιπὸν κελεύει περὶ τὴν ἑσπέραν δοῦναι πιεῖν.

“其中一份我自己先喝下, 另一份给那位夫人。她服下后,必定会安睡整夜;到了破晓时分,睡眠和疾病都会一并退去。”于是,他自己便先喝了一份药剂,并嘱咐在傍晚时分将剩下的一份喂她喝下。

§4.16.5

“Ἐγὼ δὲ ἄπειμι” ἔφη “κοιμησόμενος· τὸ γὰρ φάρμακον οὕτω βούλεται.”4 Ταῦτα εἰπὼν ἀπῆλθε, τοὺς τέτταρας χρυσοῦς παρ’ ἐμοῦ λαβών. “Τοὺς δὲ λοιποὺς” ἔφην “δώσω, εἰ ῥαΐσει ἐκ τῆς νόσου.”

“我要回去睡下了,”他说,“因为这药性正是如此要求的。”说完这番话,他从我这里拿了四枚金币便离开了。“剩下的金币,”我说,“若她能从病痛中康复,我定会付给。”

语法注4 条
  1. 4.16.1ὡς ἔχω περὶ τοῦ φαρμάκου

    动词 ἔχω 搭配方式副词(此处为引出间接疑问句的 ὡς)及介词短语 περὶ τοῦ φαρμάκου,表示主语对某事物的态度、看法或心境(“我对这药有何看法/态度”)。

  2. 4.16.2ἐπιφαρμάσσειν

    复合动词中的前缀 ἐπι- 起累加、叠加的作用(“在上加上”、“进一步”),形象地传达出在已中毒药(πεφαρμαγμένα)的脏腑上再施加新药之意。

  3. 4.16.3ὅσον κἀκείνη λάβῃ

    κἀκείνη 为 καὶ ἐκείνη 的紧缩(crasis)。关系代词 ὅσον 引导从句,其后直接跟虚拟式 λάβῃ 而无 ἄν,这体现了后古典期散文中泛指/条件性关系从句省略 ἄν 的语法习惯。

  4. 4.16.5τὸ γὰρ φάρμακον οὕτω βούλεται

    将无生命的名词 φάρμακον(药)拟人化,充当动词 βούλεται(要求、意愿)的主语,意为“因为这药剂本身的效性正要求如此”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.16.1-4.16.5