- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.15.1-4.15.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托丰在琉喀珀梦呓呼唤“戈耳吉亚斯”后四处探寻,遇到了凯瑞阿斯,得知琉喀珀发狂是因误服了未稀释的媚药且有解药存在,随即拷问了下毒的仆人并获其供认。
Δέκα δὲ τῇ Λευκίππῃ διεληλύθεσαν ἡμέραι τῆς μανίας, ἡ δὲ νόσος οὐκ ἐκουφίζετο. Ἅπαξ οὖν ποτε καθεύδουσα, ταύτην ἀφίησιν ὀνειροπολουμένη τὴν φωνὴν “διὰ σὲ μαίνομαι, Γοργία.” Ἐπεὶ οὖν ἕως ἐγένετο, λέγω τῷ Μενελάῳ τὸ λεχθὲν καὶ ἐσκόπουν εἴ τις εἴη που κατὰ τὴν κώμην Γοργίας.
琉喀珀发狂已过去十天,病情却未见减轻。有一回她睡着时,在梦呓中吐出了这样一句话:“戈耳吉亚斯,我因你而发狂。”到了清晨,我把这些话告诉了墨涅拉俄斯,并打听村里是否有名叫戈耳吉亚斯的人。
Προελθοῦσι δ’ ἡμῖν νεανίσκος προσέρχεταί τις καὶ προσαγορεύσας με “σωτὴρ ἥκω σὸς” ἔφη “καὶ τῆς σῆς γυναικός.” Ἐκπλαγεὶς οὖν καὶ θεόπεμπτον εἶναι νομίσας τὸν ἄνθρωπον “μὴ Γοργίας” εἶπον “τυγχάνεις;”1 “Οὐ μὲν οὖν”2 εἶπεν “ἀλλὰ Χαιρέας· Γοργίας γάρ σε ἀπολώλεκεν.”
当我们出门时,一个年轻人走上前来向我打招呼,说:“我是来作你和你妻子的救星的。”我大吃一惊,以为他是神灵派遣而来的人,便问:“你莫非就是戈耳吉亚斯?”“断乎不是,”他回答,“我是凯瑞阿斯;因为戈耳吉亚斯正是害惨了你的人。”
Ἔτι μᾶλλον ἔφριξα καὶ λέγω “τίνα ταύτην ἀπώλειαν, καὶ τίς ἐστιν ὁ Γοργίας; δαίμων γάρ μοί τις αὐτὸν ἐμήνυσε νύκτωρ· σὺ δὲ ἐξηγητὴς γενοῦ τῶν θείων μηνυμάτων.” “Γοργίας ἦν μὲν” ἔφη “Αἰγύπτιος στρατιώτης· νῦν δὲ οὐκέτ’ ἔστιν, ἀλλ̓ ἔργον γέγονε τῶν βουκόλων· ἤρα δὲ τῆς σῆς γυναικός.
我更加颤栗起来,说道:“这究竟是何种祸害?戈耳吉亚斯又是何人?夜间有一位神明向我启示了他的名字;请你作这神圣启示的解读者吧。”“戈耳吉亚斯曾是,”他说,“一名埃及士兵;如今他已不在人世,成了牧民们的牺牲品;他曾热恋你的妻子。
Ὤν δὲ φύσει φαρμακεὺς σκευάζει τι φάρμακον ἔρωτος καὶ πείθει τὸν διακονούμενον ὑμῖν Αἰγύπτιον λαβεῖν τὸ φάρμακον καὶ ἐγκαταμίξαι τῷ τῆς Λευκίππης ποτῷ. Λανθάνει δὲ ἀκράτῳ χρησάμενος τῷ φαρμάκῳ,3 καὶ τὸ φίλτρον εἰς μανίαν αἴρεται.
他天生精通药剂,便配制了一种爱情魔药,并说服伺候你们的那个埃及仆人收下药剂,掺进琉喀珀的饮品中。但他无意中使用了未经稀释的纯药,这剂媚药遂演变成了癫狂。
Ταῦτα γάρ μοι χθὲς ὁ τοῦ Γοργίου θεράπων διηγήσατο, ὃς ἔτυχεν αὐτῷ συστρατευσάμενος ἐπὶ τοὺς βουκόλους· ἔσωσε δὲ αὐτόν, ὡς εἰκός, ὑπὲρ ὑμῶν ἡ Τύχη. Αἰτεῖ δὲ χρυσοῦς τέτταρας ὑπὲρ τῆς ἰάσεως· ἔχει γάρ, φησίν, ἑτέρου φαρμάκου σκευήν, δι’ οὗ λύσει τὸ πρότερον.” “Ἀλλὰ σοὶ μὲν” ἔφην “ἀγαθὰ γένοιτο τῆς διακονίας· τὸν δ’ ἄνθρωπον, ὃν λέγεις, ἄγε πρὸς ἡμᾶς.” Καὶ ὁ μὲν ἀπῆλθεν, ἐγὼ δὲ πρὸς τὸν Αἰγύπτιον εἰσελθὼν τύπτω αὐτὸν πὺξ κατὰ τῶν προσώπων καὶ δευτέραν καὶ τρίτην, θορυβῶν δὲ ἅμα λέγω “εἰπόν, τί δέδωκας Λευκίππῃ, καὶ πόθεν μαίνεται;” ὁ δὲ φοβηθεὶς καταλέγει πάντα, ὅσα ἡμῖν ὁ Χαιρέας διηγήσατο. Τὸν μὲν οὖν εἴχομεν ἐν φυλακῇ καθείρξαντες.
因为昨天戈耳吉亚斯的仆人把这些事详述给了我,他恰巧随同戈耳吉亚斯出征讨伐牧民;想必是命运女神为了你们的缘故保全了他的性命。他索求四枚金币作为医治的报酬;他说自己掌握着另一种药剂的配方,借此可以解开前一种药的毒性。”“愿你的报信之功得蒙福佑,”我说,“请把你说的这个人带到我们这里来。”他离开了,我则走进去到那埃及人跟前,用拳头照着他的脸打去,又打了第二拳、第三拳,并厉声喝问:“快说,你给琉喀珀吃了什么?她因何发狂?”他吓得魂飞魄散,把凯瑞阿斯向我们讲过的一切全盘招供。于是我们便将他拘禁看管起来。
- 4.15.2μὴ Γοργίας... τυγχάνεις;
疑问句中的 μή 表示说话者预料或揣测否定回答(“该不会是……吧”、“你莫非是……”)。此处表现出说话者既将对方视为神遣的救星,又因噩梦中提及该名字而心存顾虑与不安的试探语气。
- 4.15.2Οὐ μὲν οὖν
否定词 οὐ 连用小品词组合 μὲν οὖν 构成习惯用法,用以断然否定并纠正前文的设问,相当于“绝非如此”、“恰恰相反”。
- 4.15.4Λανθάνει δὲ ἀκράτῳ χρησάμενος τῷ φαρμάκῳ
动词 λανθάνω 配合补足分词(χρησάμενος)构成的标准惯用结构,意为“在不知不觉中/无意中使用了……”。其主语是受托下毒的仆人,说明他因疏忽而使用了未稀释的原液。
