- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.14.1-4.14.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
预伏的哨兵掘开运河堤防放水淹没敌军,伏击的青年随即杀出,击毙敌将并聚歼受困水中的敌卒,作者随后评述了埃及人走极端的民族性格。
Ἦσαν δὲ τῶν πραττομένων σκοποὶ πόρρωθεν, οὕς οἱ βουκόλοι προκαθίσαντες ἐκέλευον, εἰ διαβαίνοντας ἴδοιεν τοὺς πολεμίους, τὸ χῶμα τοῦ ποταμοῦ κόψαντας ἐπαφεῖναι τὸ ὕδωρ πᾶν τοῖς ἐναντίοις.
远处有监视事态发展的哨兵,牧民们预先安插了他们并下令:若看见敌人涉水而来,便掘开河堤,将全部河水倾泻向对手。
Ἔχει γὰρ οὕτω τὰ τοῦ Νείλου ῥεύματα. Καθ’ ἑκάστην διώρυχα χῶμα ἔχουσιν Αἰγύπτιοι, ὡς ἂν μὴ πρὸ καιροῦ τῆς χρείας ὑπερέχων ὁ Νεῖλος τὴν γῆν ἐπικλύσῃ. Ὅταν δὲ δεηθῶσιν ἀρδεῦσαι τὸ πεδίον, ἀνέῳξαν1 ὀλίγον τοῦ χώματος. Ἦν οὖν τῆς κώμης ὄπισθεν διῶρυξ τοῦ ποταμοῦ μεγάλη καὶ πλατεῖα.
因为尼罗河的水流情势正是如此。埃及人在每条运河旁都筑有堤坝,免得尼罗河在需要之时以前上涨而淹没土地。而每当他们需要灌溉平原时,便会稍微开启堤坝。村庄后方便有那条河的一条又大又宽的运河。
Ταύτῃ οἱ τεταγμένοι τὸ ἔργον2 ὡς εἶδον εἰσιόντας τοὺς πολεμίους, διακόπτουσι ταχὺ τὸ χῶμα. Πάντα οὖν ὁμοῦ γίνεται· οἱ μὲν γέροντες οἱ κατὰ πρόσωπον ἄφνω διίστανται, οἱ δὲ τὰς λόγχας ἐγείραντες ἐκτρέχουσι· τὸ δὲ ὕδωρ ἤδη παρῆν, καὶ ὠγκοῦντο μὲν αἱ λίμναι πάντοθεν οἰδοῦσαι, ὁ δὲ ἰσθμὸς ἐπεκλύζετο, πάντα δὲ ἦν ὥσπερ θάλασσα. Ἐμπεσόντες οὖν οἱ βουκόλοι τοὺς μὲν κατὰ πρόσωπον καὶ τὸν στρατηγὸν αὐτὸν διαπείρουσι ταῖς λόγχαις, ἀπαρασκεύους τε ὄντας καὶ πρὸς τὸ ἀδόκητον τεταραγμένους· τῶν δ’ ἄλλων ἀδιήγητος θάνατος ἦν. Οἱ μὲν γὰρ εὐθὺς ἐκ πρώτης προσβολῆς μηδὲ κινήσαντες τὰς αἰχμὰς ἀπώλλυντο, οἱ δὲ οὐ λαβόντες σχολὴν ἀμύνασθαι· ἅμα γὰρ ἐμάνθανον καὶ ἔπασχον· ἐνίους δὲ ἔφθανε τὸ παθεῖν πρὸ τοῦ μαθεῖν·3 οἱ δὲ ὑπ’ ἐκπλήξεως παραλόγου τὸν θάνατον εἱστήκεσαν περιμένοντες· οἱ δὲ καὶ κινηθέντες μόνον κατωλίσθανον ὑποσκελίζοντος αὐτοὺς τοῦ ποταμοῦ· οἱ δὲ καὶ φεύγειν ὁρμήσαντες εἰς τὸ βαθὺ τῆς λίμνης ἐγκυλισθέντες ὑπεσύρησαν.
在此处受命行事的人一见敌人进入,便迅速掘断了堤防。于是一切同时爆发:正面的老人们突然向两旁散开,〔青年〕们举起长矛疾冲而出;大水已然涌至,四周的湖水翻卷暴涨,地峡被水淹没,整片土地宛如一片大海。于是牧民们猛扑上去,用长矛刺穿了正面的士兵和将领本人,他们猝不及防,被这意料之外的事变惊扰得大乱;其余之人的死状则非言语所能尽述。有些人刚遭初次冲击,甚至未及移动枪矛便已殒命,有些人则根本没有机会自卫;因为他们在发觉危难的同时便已遭殃,对某些人而言,受难甚至抢先于知觉;有些人因极度震惊而僵立原地等待死亡;有些人仅是略一挪动便滑倒在地,被河水绊倒了双腿;还有些人仓皇奔逃,翻滚落入湖水深处而被卷入水底。
Τῶν μὲν γὰρ ἐπὶ τῆς γῆς ἑστώτων τὸ ὕδωρ ἦν ἄχρις ὀμφαλοῦ, ὥστε καὶ ἀνέκρουεν αὐτῶν τὰς ἀσπίδας καὶ ἐγύμνου πρὸς τὰ τραύματα τὰς γαστέρας· τὸ δὲ κατὰ τὴν λίμνην ὕδωρ πάντη ὑπὲρ κεφαλὴν ἀνδρὸς ἦν.
因为即便对于立于地面上的人而言,水深也已达肚脐,以致将他们的盾牌推撞得仰起,使腹部暴露于创伤之下;而湖中的水深则处处没顶。
Διακρῖναι δ’ οὐκ ἦν τί λίμνη καὶ τί πεδίον, ἀλλὰ καὶ ὁ διὰ τῆς γῆς τρέχων δέει τοῦ μὴ διαμαρτεῖν βραδύτερος ἦν πρὸς τὴν φυγήν, ὥστε ταχέως ἡλίσκετο, καὶ ὁ κατὰ τῆς λίμνης πλανηθείς, δόξας γῆν εἶναι, κατεδύετο. Καὶ ἦν καινὰ ἀτυχήματα, ναυάγια τοσαῦτα, καὶ ναῦς οὐδαμοῦ· ἀμφότερα δὲ καινὰ καὶ παράλογα, ἐν ὕδατι πεζομαχία, καὶ ἐν τῇ γῇ ναυαγία. Οἱ μὲν δὴ τοῖς πεπραγμένοις ἐπαρθέντες μέγα ἐφρόνουν, ἀνδρείᾳ νομίζοντες κεκρατηκέναι καὶ οὐκ ἀπάτης κλοπῇ. Ἀνὴρ γὰρ Αἰγύπτιος καὶ τὸ δειλὸν ὅπου φοβεῖται δεδούλωται, καὶ τὸ μάχιμον ἐν οἷς θαρρεῖ παρώξυνται·4 ἀμφότερα δὲ οὐ κατὰ μέτρον, ἀλλὰ τὸ μὲν ἀσθενέστερον δυστυχεῖ, τὸ δὲ προπετέστερον κρατεῖ.
当时根本无法分辨何处是湖、何处是平原,在陆地上奔跑的人因害怕走错而放缓了逃跑的脚步,以致迅速被擒,而在湖上迷失方向的人,自以为是平地,便沉没下去。于是出现了前所未见的灾厄:发生了如此多的沉船事件,却不见一艘船只!两件事皆新奇而违背常理:水中展开步兵交战,陆地上却发生沉船。〔牧民〕们因战果而趾高气扬,自以为是凭勇气获胜,而非靠诡计暗算。因为埃及人只要感到恐惧,其懦弱便到了任人奴役的地步;而对于有把握之事,其好战之气便激增无度;二者皆毫无节制,前者之孱弱招致不幸,后者之鲁莽带来胜利。
- 4.14.2ἀνέῳξαν
跟在一般性时间从句 ὅταν δὲ δεηθῶσιν 之后的格言不定过去时(gnomic aorist)。用于表述习惯性、常规性的事实(开闸灌溉),具有与现在时相当的普遍真理意义。
- 4.14.3οἱ τεταγμένοι τὸ ἔργον
被动语态分词 τεταγμένοι 直接带宾格 τὸ ἔργον,属于保留宾格(源自主动语态的双重宾格结构 τάσσω τινά τι,“分派某人某任务”),意为“受命承担该任务的人”。
- 4.14.5ἐνίους δὲ ἔφθανε τὸ παθεῖν πρὸ τοῦ μαθεῖν
动词 φθάνω(意为“先于”、“走在……前面”)带冠词不定词 τὸ παθεῖν 作主语,以 ἐνίους 作宾语,意为“受害先于察觉而临到某些人身上”。句中包含了 παθεῖν 与 μαθεῖν 的同音双关修辞(paronomasia)。
- 4.14.9καὶ τὸ δειλὸν ὅπου φοβεῖται δεδούλωται, καὶ τὸ μάχιμον ἐν οἷς θαρρεῖ παρώξυνται
句子的主语为 Ἀνὴρ Αἰγύπτιος。中性单数名词化形容词 τὸ δειλόν 与 τὸ μάχιμον 用作被动动词 δεδούλωται 和 παρώξυνται 的关系宾格(accusative of respect),意为“就其怯懦而言完全屈服……就其好斗而言极度激发”。
