- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.13.1-4.13.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对将领的进逼,牧匪们设下圈套,让手持请愿枝的老人假意求降以掩护武装青年,并以求死于故土为借口诱使将领放松警惕、率军进入隘道。
Ἐπεὶ τοίνυν ἑώρων τὸν στρατηγὸν προσπελάζοντα, τεχνάζονταί τι τοιοῦτον. Συναγαγόντες πάντας τοὺς γέροντας καὶ ἐπιθέντες αὐτοῖς ἱκετηρίας ῥάβδους φοινικίνας, ὄπισθεν ἐπιτάττουσι τῶν νέων τοὺς ἀκμαιοτάτους ἀσπίσι καὶ λόγχαις ὡπλισμένους.
于是,当他们看到将领逼近时,便设计了这样一条计谋。他们召集了所有的老人,让他们手持棕榈杖作为请愿之枝,而在老人身后安排了最精壮的青年,配有盾牌和长矛。
Ἔμελλον δὲ οἱ μὲν γέροντες ἀνίσχοντες τὰς ἱκετηρίας πετάλων κόμαις καλύψειν τοὺς ὄπισθεν, οἱ δὲ ἑπόμενοι τὰς λόγχας ἐπισυρεῖν ὑπτίας, ὡς ἂν ἥκιστα ὀφθεῖεν. Κἂν μὲν ὁ στρατηγὸς πεισθῇ ταῖς τῶν γερόντων λιταῖς, μηδέν τι νεωτερίζειν τοὺς λογχοφόρους εἰς μάχην· εἰ δὲ μή, καλεῖν αὐτὸν ἐπὶ τὴν πόλιν, ὡς σφᾶς αὐτοὺς διδόντων εἰς θάνατον.1 Ὅταν δὲ ἐν μέσῳ γένωνται τῷ στενωπῷ, τοὺς μὲν γέροντας ἀπὸ συνθήματος διαδιδράσκειν καὶ ῥίπτειν τὰς ἱκετηρίας, τοὺς δὲ ὡπλισμένους προδραμόντας ὅ τι καὶ δύναιντο ποιεῖν.2
老人们将要高举请愿之枝,用繁密的枝叶遮蔽身后的人,而随行的青年则将长矛反向倒拖,以免被轻易发觉;如果将领听从老人们的祈求,持矛者便不为交战而轻举妄动;若是不然,便将他引向市镇,装作要将自己送上死路。而一旦进入狭窄通道的正中,老人们便依暗号四散奔逃并抛下请愿之枝,披甲的青年则向前疾冲,尽其所能行事。
Παρῆσαν οὖν ἐσκευασμένοι τοῦτον τὸν τρόπον καὶ ἐδέοντο τοῦ στρατηγοῦ αἰδεσθῆναι μὲν αὐτῶν τὸ γῆρας, αἰδεσθῆναι δὲ τὰς ἱκετηρίας, ἐλεῆσαι δὲ τὴν πόλιν· ἐδίδοσαν δὲ αὐτῷ ἰδίᾳ μὲν ἀργυρίου τάλαντα ἑκατόν, πρὸς δὲ τὸν σατράπην ἄγειν ἄνδρας ἑκατὸν θέλοντας3 αὑτοὺς ὑπὲρ τῆς πόλεως διδόναι, ὡς ἂν ἔχοι καὶ πρὸς ἐκεῖνον λάφυρον φέρειν. Καὶ ὁ λόγος αὐτοῖς οὐκ ἐψεύδετο, ἀλλ’ ἔδωκαν ἄν, εἰ λαβεῖν ἠθέλησεν. Ὡς δὲ οὐ προσίετο τοὺς λόγους, “οὐκοῦν” ἔφασαν οἱ γέροντες “εἰ ταῦτά σοι δέδοκται, οἴσομεν τὴν εἱμαρμένην. Ἐν κακοῖς σὺ πάρασχε τὴν χάριν· μὴ ἔξω φονεύσῃς πυλῶν μηδὲ τῆς πόλεως μακράν, ἀλλ’ ἐπὶ τὴν πατρῴαν γῆν, ἐπὶ τὴν τῆς γενέσεως ἑστίαν ἄγε· τάφον ἡμῖν ποίησον τὴν πόλιν. Ἰδού σοι πρὸς τὸν θάνατον ἡγούμεθα.” Ταῦτα ἀκούσας ὁ στρατηγὸς τὴν μὲν παρασκευὴν τῆς μάχης ἀφίησι, κελεύει δὲ ἔρχεσθαι καθ’ ἡσυχίαν τῷ στρατῷ.
于是他们便按这般安排前来,乞求将领体恤他们的年迈,尊重请愿的信物,怜悯这座城镇;他们私下向他赠送一百塔兰同的银子,并提出让将领押送一百名自愿为城邦献身的人去见总督,以便他向总督也有战利品可交。而且他们的这番话并非虚言,倘若他愿意收下,他们确实会如数奉上。但当他拒绝听取这些言语时,老人们便说:“既然你已意决,我们便承受这注定的命运。在灾祸之中请施予恩惠:切勿在城门之外、在远离市镇之处将我们杀害,而是将我们带回父祖的土地、出生的炉灶前;让城镇成为我们的墓穴。看哪,我们正引你走向我们的死亡。”将领听罢此言,放下了战斗戒备,命军队从容前行。
- 4.13.3ὡς σφᾶς αὐτοὺς διδόντων εἰς θάνατον
带有 ὡς 的独立属格结构(逻辑主语承上下文指代牧匪或老人们)。连接词 ὡς 标明这是一种主观口实与伪装外表(“宛如甘愿赴死一般”),旨在迷惑将领,而非客观事实。
- 4.13.2μηδέν τι νεωτερίζειν ... καλεῖν ... διαδιδράσκειν ... ποιεῖν
这些不定式承接由 τεχνάζονται 与 ἔμελλον 所引出的计谋具体部署,起间接命令或转述计划步骤的作用。其逻辑主语均用宾格表示(τοὺς λογχοφόρους、τοὺς μὲν γέροντας、τοὺς δὲ ὡπλισμένους),依次规约根据将领反应所采取的不同应对程序及到达隘道时的行动。
- 4.13.4ἐδίδοσαν δὲ αὐτῷ ἰδίᾳ μὲν ἀργυρίου τάλαντα ἑκατόν, πρὸς δὲ τὸν σατράπην ἄγειν ἄνδρας ἑκατὸν θέλοντας
未完成过去时 ἐδίδοσαν 表“企图未完成”(conative imperfect)或提议、许诺。其后的不定式 ἄγειν 依附于此提议结构,意为“任其带走……”,使私下贿赂的一百塔兰同银子与献给总督的一百名俘虏在语义上形成并列。
