← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§4.12.1-4.12.8

尼罗河的泛滥与牧匪据点尼科奇斯岛

本节描绘了尼罗河泛滥造就的奇特地貌,牧匪们如何借助泥沼与纸莎草丛行舟、设伏与隐匿,以及他们集结于险要据点尼科奇斯岛的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.12.1

Νεῖλος ὁ πολὺς πάντα αὐτοῖς γίνεται, καὶ ποταμὸς καὶ γῆ καὶ θάλασσα καὶ λίμνη· καὶ ἔστι τὸ θέαμα καινόν, ναῦς ὁμοῦ καὶ δίκελλα, κώπη καὶ ἄροτρον, πηδάλιον καὶ τρόπαιον, ναυτῶν ὁμοῦ καὶ γεωργῶν καταγωγή, ἰχθύων ὁμοῦ καὶ βοῶν· ὃ πέπλευκας, φυτεύεις, καὶ ὃ φυτεύεις, τοῦτο πέλαγος γεωργούμενον.

浩荡的尼罗河对他们而言化作了一切:既是河流,又是陆地、海洋与湖泊。其景象前所未见:舟船与鹤嘴锄并存,船桨与犁铧同在,船舵与战利品同列,水手与农夫的居所混杂,游鱼与牛群同处。你曾行船之处,如今播种耕耘;而你播种之处,正是一片受耕作的大海。

§4.12.2

Ἔχει γὰρ ὁ ποταμὸς ἐπιδημίας· κάθηται δὲ αὐτὸν Αἰγύπτιος ἀναμένων καὶ ἀριθμῶν αὐτοῦ τὰς ἡμέρας. Καὶ ὁ Νεῖλος οὐ ψεύδεται, ἀλλ̓ ἔστι ποταμὸς μετὰ προθεσμίας τὸν χρόνον τηρῶν καὶ τὸ ὕδωρ μετρῶν, ποταμὸς ἁλῶναι μὴ θέλων ὑπερήμερος.1

因为这条河流有其定期的巡访;埃及人坐候其来,计算着它的日子。尼罗河从不食言,而是一条恪守期日、遵守时节、丈量水量的河流,是一条绝不愿逾期被指失信的河流。

§4.12.3

Ἔστι δ’ ἰδεῖν ποταμοῦ καὶ γῆς φιλονεικίαν. Ἐρίζετον ἀλλήλοις ἑκάτερον· τὸ μὲν ὕδωρ, τοσαύτην γῆν πελαγίσαι· ἡ δὲ γῆ, τοσαύτην χωρῆσαι γλυκεῖαν θάλασσαν·2 καὶ νικῶσι μὲν τὴν ἴσην νίκην οἱ δύο, οὐδαμοῦ δὲ φαίνεται τὸ νικώμενον. Τὸ γὰρ ὕδωρ τῇ γῇ συνεκτείνεται· περὶ δὲ τὰς τῶν βουκόλων ταύτας νομὰς ἀεὶ πολὺ ἐγκάθηται. Ὅταν γὰρ τὴν πᾶσαν γῆν πελαγίσῃ, λίμνας ἐνταῦθα ποιεῖ· αἱ δὲ λίμναι, κἂν ὁ Νεῖλος ἀπέλθῃ, μένουσιν οὐδὲν ἧττον, τὸ ὕδωρ ἔχουσαι τόν τε πηλὸν τοῦ ὕδατος. Ἐπὶ ταύτας αὐτοὶ καὶ βαδίζουσι καὶ πλέουσιν, οὐδὲ ναῦς ἑτέρα δύναται πλεῖν, ἀλλ’ ὅσον ἄνθρωπον ἐπιβῆναι·3 ἀλλὰ πᾶν τὸ ξένον τοῦ τόπου ὁ πηλὸς ἐμπίπτων κρατεῖ. Τοῖς δὲ μικρὰ μὲν καὶ κοῦφα πλοῖα, καὶ ὀλίγον ὕδωρ αὐτοῖς ἀρκεῖ· εἰ δὲ τέλεον ἄνυδρον εἴη, ἀράμενοι τοῖς νώτοις οἱ πλωτῆρες τὸ πλοῖον φέρουσιν, ἄχρις ἂν ἐπιτύχωσιν ὕδατος. Ἐν ταύταις δὴ ταῖς λίμναις μέσαι νῆσοί τινές εἰσι σποράδην πεποιημέναι· αἱ μὲν οἰκοδομημάτων ἔρημοι, παπύροις πεφυτευμέναι· τῶν δὲ παπύρων διεστᾶσιν αἱ φάλαγγες πεπυκνωμέναι τοσοῦτον ὅσον παρ’ ἑκάστην ἄνδρα στῆναι μόνον, τὸ μεταξὺ δὲ τοῦτο τῆς πυκνώσεως αὐτῶν ἄνωθεν ἀναπληροῦσιν αἱ τῶν παπύρων κόμαι.

人们亦能见到江河与大地的较量。两者彼此相争:水要将如此广袤的陆地变为汪洋,大地则要容纳如此广阔的一片淡水之海。二者平分秋色,各获均等胜利,而在任何地方都见不到落败者。因为水势随陆地一同延展;在牧匪们的这些牧区一带,它总是深厚地积滞不去。因为每当它将整片陆地变成泽国,便在此处形成湖泽;这些湖泽纵然尼罗河退去,也依然存留,蓄积着水流以及水带来的泥泞。他们自己在这些湖泽上既可行走亦可行舟,而别处的外来船只概不能航行,唯有勉强容纳一人的小艇方能入内;相反,陷人的烂泥会将一切生疏于此地的事物紧紧羁绊。他们备有小而轻便的舟船,极浅的水便足以浮载;若彻底干涸,舟子们便将船负于背上扛行,直到重新寻得水流。在这些湖泽中央,散落分布着若干岛屿。有的荒无居所,丛生着纸莎草;纸莎草紧密成行,相互之间的空隙仅够一人立于其侧,而莎草的树冠则从上方遮蔽弥补了丛生间的缝隙。

§4.12.7

Ὑποτρέχοντες οὖν ἐκεῖ καὶ βουλεύονται καὶ λοχῶσι καὶ λανθάνουσι, τείχεσι ταῖς παπύροις χρώμενοι. Εἰσὶ δὲ τῶν νήσων τινὲς καλύβας ἔχουσαι, καὶ αὐτοσχέδιον μεμίμηνται πόλιν ταῖς λίμναις τετειχισμέναι.

于是他们潜逃入其下,商议对策、设下伏兵、隐匿身形,以纸莎草为壁垒。有的岛上筑有茅屋,以湖泽为城墙,仿若一座仓促构筑的城郭。

§4.12.8

Βουκόλων αὗται καταγωγαί. Τῶν πλησίον οὖν μία μεγέθει καὶ καλύβαις πλείοσι διαφέρουσα “ἐκάλουν δὲ αὐτήν, οἶμαι, Νίκωχιν”, ἐνταῦθα πάντες συνελθόντες ὡς εἰς τόπον ὀχυρώτατον ἐθάρρουν καὶ πλήθει καὶ τόπῳ. Εἷς γὰρ αὐτὴν διεῖργε στενωπὸς τὸ μὴ πᾶσαν νῆσον γενέσθαι·4 ἦν δὲ σταδίου μὲν τὸ μέγεθος, τὸ δὲ πλάτος ὀργυιῶν δώδεκα· λίμναι δὲ τῇδε κἀκεῖσε τὴν πόλιν περιέρρεον.

这些便是牧匪们的巢穴。在邻近的岛屿中,有一座因体量巨大且茅屋众多而尤为突出——我记得他们称之为“尼科奇斯”;众人齐聚于此,视之为最坚固的据点,因人众与地势而自恃无恐。因为有一条狭窄的通道将其隔开,使其未曾彻底沦为孤岛;其长有一斯塔德,宽达十二寻,湖泊在两侧环绕着这座市镇流淌。

语法注4 条
  1. 4.12.2ποταμὸς ἁλῶναι μὴ θέλων ὑπερήμερος

    ὑπερήμερος 是法律术语,指超过法定履行期限而违约的债务人。此处将尼罗河每逢确定时节便准时涨水的现象人格化,比喻其“不愿作为逾期违约者被抓获”。不定式 ἁλῶναι 作为 θέλων 的补足语。

  2. 4.12.3Ἐρίζετον ἀλλήλοις ἑκάτερον· τὸ μὲν ὕδωρ, τοσαύτην γῆν πελαγίσαι· ἡ δὲ γῆ, τοσαύτην χωρῆσαι γλυκεῖαν θάλασσαν

    主要动词 Ἐρίζετον 为第三人称双数现在直陈式。主语采用中性单数代词 ἑκάτερον(两者中的各自),随后通过部分同格(τὸ μὲν ὕδωρ ... ἡ δὲ γῆ ...)展开说明。不定式 πελαγίσαι 与 χωρῆσαι 则表达双方相争的内容或目的。

  3. 4.12.5ἀλλ’ ὅσον ἄνθρωπον ἐπιβῆναι

    紧接在 οὐδὲ ναῦς ἑτέρα δύναται πλεῖν(别处的船只概不能航行)之后的排除结构。ὅσον 表程度与限度,并带有不定式 ἐπιβῆναι 的逻辑主语宾格 ἄνθρωπον,意为“除了仅能容一人登上的小艇之外”,承前省略了名词“船”。

  4. 4.12.8τὸ μὴ πᾶσαν νῆσον γενέσθαι

    与表示阻碍、隔开的动词(διείργω)连用的 τὸ μή + 不定式结构。狭窄的地峡在隔开该地的同时仍与陆地相连,从而表达“阻止其完全变成孤岛”这一结果或阻碍意义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:4.12.1-4.12.8