← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§3.9.1-3.9.3

尼罗河航行与遭遇牧匪捕获

一行人脱险休整后雇船沿尼罗河前往亚历山大里亚,却在途中遭遇凶悍的牧牛盗匪袭击并被洗劫俘虏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9.1

Ἐνδιατρίψαντες οὖν ἡμερῶν δύο καὶ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῶν κακῶν, ναῦν Αἰγυπτίαν μισθωσάμενοι (εἴχομεν δὲ ὀλίγον χρυσίον, ὅπερ ἐτύχομεν ἐζωσμένοι)1 διὰ τοῦ Νείλου τὸν πλοῦν ἐπ’ Ἀλεξάνδρειαν ἐποιούμεθα, μάλιστα μὲν ἐκεῖ διεγνωκότες ποιήσασθαι τὴν διατριβὴν καὶ νομίζοντες ταύτῃ τάχα τοὺς φίλους εὑρήσειν προσενεχθέντας.

于是我们在那里停留了两天,从苦难中恢复过来,雇了一艘埃及船只——我们腰间碰巧还系带着一点黄金——便沿着尼罗河向亚历山大里亚航行,主要是决心在那里落脚,且认为或许能在那里找到被冲上岸的朋友们。

§3.9.2

Ἐπεὶ δ’ ἐγενόμεθα κατά τινα πόλιν, ἐξαίφνης βοῆς ἀκούομεν πολλῆς. Καὶ ὁ ναύτης εἰπὼν “ὁ βουκόλος” μεταστρέφει τὴν ναῦν, ὡς ἐπαναπλεύσων2 εἰς τοὐπίσω, καὶ ἅμα πλήρης ἦν ἡ γῆ φοβερῶν καὶ ἀγρίων ἀνθρώπων· μεγάλοι μὲν πάντες, μέλανες δὲ τὴν χρόαν, οὐ κατὰ τὴν τῶν Ἰνδῶν τὴν ἄκρατον, ἀλλ̓ οἷος ἂν γένοιτο3 νόθος Αἰθίοψ, ψιλοὶ τὰς κεφαλάς, λεπτοὶ τοὺς πόδας, τὸ σῶμα παχεῖς· ἐβαρβάριζον δὲ πάντες.

当我们来到某座城镇附近时,忽然听见一阵巨大的叫喊声。水手喊道:“牧牛匪徒!”便把船掉转,企图往回航行,但与此同时,岸上已到处是可怖而凶暴的人:他们全都身材高大,肤色黝黑,却并非印度人那种纯粹的黑,倒像是一个混血埃塞俄比亚人可能的模样;他们光着头,腿脚纤细,身躯粗壮,口中全说着野蛮难懂的话。

§3.9.3

Καὶ ὁ κυβερνήτης εἰπὼν “ἀπολώλαμεν” ἔστησε τὴν ναῦν, ὁ γὰρ ποταμὸς ταύτῃ στενώτατος· καὶ ἐπεμβάντες τῶν λῃστῶν τέσσαρες πάντα μὲν τὰ ἐν τῇ νηὶ λαμβάνουσι, καὶ τὸ χρυσίον ἡμῶν ἀποφέρουσιν, ἡμᾶς δὲ δήσαντες καὶ κατακλείσαντες εἴς τι δωμάτιον ἀπηλλάττοντο, φύλακας ἡμῖν καταλιπόντες, ὡς εἰς τὴν ἐπιοῦσαν ἄξοντες ἡμᾶς ὡς τὸν βασιλέα·4 τούτῳ γὰρ ἐκάλουν τῷ ὀνόματι τὸν λῃστὴν τὸν μείζονα. Καὶ ἦν ὁδὸς ἡμερῶν δύο, ὡς παρὰ τῶν σὺν ἡμῖν ἑαλωκότων ἠκούσαμεν.

舵手喊道:“我们完了!”便停下了船,因为这里的河流最为狭窄。盗匪中有四人登上船,夺走了船上的一切财物,并拿走了我们的黄金;他们将我们捆绑起来,关进一间小屋,随后离去,留下看守监视我们,打算在次日把我们带去见“国王”;因为他们就是用这个头衔来称呼盗匪头目的。据那些与我们一同被俘的人说,去那里的路程需要走两天。

语法注4 条
  1. 3.9.1ἐτύχομεν ἐζωσμένοι

    动词 τυγχάνω 与完成时中间位分词 ἐζωσμένοι 构成的结合句式,意为“碰巧……系在身上”。动词 ζώννυμι(系带)的中动态表示将财物随身缝带在腰带内的用法。

  2. 3.9.2ὡς ἐπαναπλεύσων

    连词 ὡς 与将来时分词搭配,表示主语的企图或目的(“打算往回航行”)。后文出现的 ὡς ... ἄξοντες 亦属完全相同的结构。

  3. 3.9.2οἷος ἂν γένοιτο

    关系代词 οἷος 后接 ἄν 与希求法(潜在希求法),表示假设性或描摹性的比喻:“就像可能成为的那样”。在此用于比喻肤色宛如混血的埃塞俄比亚人。

  4. 3.9.3ὡς τὸν βασιλέα

    介词 ὡς 支配表示人称的名词宾格,相当于 πρός 或 εἰς,意为“前往……处 / 到(国王)那里去”,是古典希腊语的常见专门用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.9.1-3.9.3