← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§3.8.1-3.8.7

被缚的普罗米修斯与赫拉克勒斯画像描写

该段描绘了普罗米修斯被缚于岩石上遭受猛禽啄食肝脏的痛苦惨状,以及赫拉克勒斯张弓搭箭欲射杀猛禽、普罗米修斯在极度痛苦与获救希望之间交织的神态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.8.1

Ἑξῆς δὲ τὸ τοῦ Προμηθέως ἐγεγόνει. Δέδεται μὲν ὁ Προμηθεὺς σιδήρῳ καὶ πέτρᾳ, ὥπλισται δὲ Ἡρακλῆς τόξῳ καὶ δόρατι. Ὄρνις ἐς τὴν τοῦ Προμηθέως γαστέρα τρυφᾷ· ἕστηκε γὰρ αὐτὴν ἀνοίγων, ἤδη μὲν ἀνεῳγμένην·1 ἀλλὰ τὸ ῥάμφος ἐς τὸ ὄρυγμα καθεῖται, καὶ ἔοικε διορύττειν τὸ τραῦμα καὶ ζητεῖν τὸ ἧπαρ· τὸ δὲ ἐκφαίνεται τοσοῦτον, ὅσον ἀνέῳξεν ὁ γραφεὺς τὸ διόρυγμα τοῦ τραύματος· ἐπερείδει δὲ τῷ μηρῷ τῷ τοῦ Προμηθέως τὰς τῶν ὀνύχων ἀκμάς.

紧接着所画的是普罗米修斯的情景。普罗米修斯被铁链与岩石束缚着,赫拉克勒斯则配备着弓箭与长矛。猛禽正在普罗米修斯的腹部大肆饕餮;因为它正伫立着撕开他的腹部,这腹部本已洞开;但它的喙深入凹陷之中,仿佛在进一步凿开伤口寻觅肝脏;而那肝脏显露的程度,恰与画家所敞开的伤口裂痕相当;它还将利爪的尖端抵在普罗米修斯的大腿上。

§3.8.3

Ὁ δὲ ἀλγῶν πάντη συνέσταλται καὶ τὴν πλευρὰν συνέσπασται καὶ τὸν μηρὸν ἐγείρει καθ’ αὑτοῦ· εἰς γὰρ τὸ ἧπαρ συνάγει τὸν ὄρνιν· ὁ δὲ ἕτερος αὐτῷ τοῖν ποδοῖν2 τῷ σπασμῷ ὄρθιος ἀντιτείνεται κάτω καὶ εἰς τοὺς δακτύλους ἀποξύνεται.

他因剧痛而全身蜷缩,肋腹抽搐,将大腿抬起却害了自己;因为他这般将猛禽拉向了自己的肝脏;而他的另一只脚则因痉挛而笔直地向下绷紧,一直收尖延伸至脚趾。

§3.8.4

Τὸ δ’ ἄλλο σχῆμα δείκνυσι τὸν πόνον· κεκύρτωται τὰς ὀφρῦς, συνέσταλται τὸ χεῖλος, φαίνει τοὺς ὀδόντας. Ἠλέησας ἂν ὡς ἀλγοῦσαν τὴν γραφήν.3

他身体的其余体态也展现出痛苦:眉毛高高蹙起,嘴唇缩起,露出牙齿。人们若见到这幅画,定会因它宛如真切感受着痛苦而心生怜悯。

§3.8.5

Ἀναφέρει δὲ λυπούμενον Ἡρακλῆς. Ἕστηκε γὰρ τοξεύων τοῦ Προμηθέως τὸν δήμιον· ἐνήρμοσται τῷ τόξῳ βέλος, τῇ λαιᾷ προβέβληται τὸ κέρας ὠθῶν, ἐπὶ μαζὸν ἕλκει τὴν δεξιάν, ἕλκων τὸ νεῦρον κεκύρτωται κατόπιν τὸν ἀγκῶνα.4

然而赫拉克勒斯使饱受折磨的他精神为之一振。因为赫拉克勒斯正站立着射击普罗米修斯的行刑者;箭矢已搭在弓上,他左手向前推着弓弭,右手向胸前拉开,拉着弓弦时手肘向后弯曲。

§3.8.6

Πάντα οὖν ὁμοῦ πτύσσεται, τὸ τόξον, τὸ νεῦρον, ἡ δεξιά. Συνάγεται μὲν ὑπὸ τοῦ νεύρου τὸ τόξον, διπλοῦται δὲ ὑπὸ τῆς χειρὸς τὸ νεῦρον, κλίνεται δὲ ἐπὶ μαζὸν ἡ χείρ. Ὁ δὲ Προμηθεὺς μεστός ἐστιν ἐλπίδος ἅμα καὶ φόβου· πῇ μὲν γὰρ εἰς τὸ ἕλκος, πῇ δὲ εἰς τὸν Ἡρακλέα βλέπει, καὶ θέλει μὲν αὐτὸν ὅλοις τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἕλκει δὲ τὸ ἥμισυ τοῦ βλέμματος ὁ πόνος.

于是一切皆同时弯折:弓、弓弦、右手。弓被弓弦拉弯收紧,弓弦被手拉成对折,手则倚向胸膛。此时普罗米修斯心中同时充满了希望与恐惧;因为他时而望向伤口,时而望向赫拉克勒斯,虽渴望用双目完全注视着他,但痛楚却将他一半的目光拉扯回去。

语法注4 条
  1. 3.8.2ἤδη μὲν ἀνεῳγμένην

    该完结被动态分词用作前文代词 αὐτήν(即 τὴν τοῦ Προμηθέως γαστέρα)的同位修饰语。“正站立着撕开(ἀνοίγων)它,而它已被剖开(ἀνεῳγμένην)”,以看似矛盾的修辞着重表现恶禽在既有的创口上进一步深挖撕扯。

  2. 3.8.3ὁ δὲ ἕτερος αὐτῷ τοῖν ποδοῖν

    ὁ ἕτερος(两者中的另一个)充当主语。τοῖν ποδοῖν 为双数属格,作部分属格使用;αὐτῷ 为表示领有或利害的关系与格,指代身体部位的归属者。

  3. 3.8.4Ἠλέησας ἂν ὡς ἀλγοῦσαν τὴν γραφήν

    由 ἄν 搭配不定过去直陈式 ἠλέησας 构成,表示对过去的推测或非真实假设;第二人称单数泛指读者或观赏者(“人们定会怜悯”)。ὡς 连同分词 ἀλγοῦσαν 表示主观感受的状态或理由(“仿佛这幅画真切地受着痛楚”)。

  4. 3.8.5κεκύρτωται κατόπιν τὸν ἀγκῶνα

    完成中动相动词 κεκύρτωται 携带表示身体部位的宾格 τὸν ἀγκῶνα(可作中动相的直接宾语或关系宾格),表示赫拉克勒斯“将自己的手肘向后弯曲”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.8.1-3.8.7