- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.10.1-3.10.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
夜幕降临且守卫熟睡后,克利托丰为琉喀珀的遭遇痛哭,向神明控诉被交予无法用言语沟通的蛮族匪徒的绝望,并哀叹他们婚礼与新房的悲剧性颠倒。
Ἐπεὶ οὖν νὺξ ἐγένετο καὶ ἐκείμεθα, ὡς ἦμεν, δεδεμένοι καὶ ἐκάθευδον οἱ φρουροί, τότε, ὡς ἐξὸν ἤδη,1 κλάειν ἦρχον τὴν Λευκίππην. Καὶ δὴ λογισάμενος ὅσων αὐτῇ γέγονα κακῶν αἴτιος, κωκύσας ἐν τῇ ψυχῇ βύθιον, τῷ δὲ νῷ κλέψας τοῦ κωκυτοῦ τὸν ψόφον2 “ὦ θεοὶ καὶ δαίμονες” ἔφην “εἴπερ ἐστέ που καὶ ἀκούετε, τί τηλικοῦτον ἠδικήκαμεν, ὡς ἐν ὀλίγαις ἡμέραις τοσούτῳ πλήθει βαπτισθῆναι κακῶν;
因此,当黑夜降临,我们依然被捆绑着躺卧,守卫们睡去时,我便像是终于得以获准一般,开始为琉喀珀痛哭。我心中思忖着自己究竟为她带来了多少灾难,在灵魂深处哀泣,却用意志抑制住哭嚎的声响,说道:“诸神啊,神明啊,若你们果真在某处存在并能听闻,我们究竟犯下了何等大罪,以至于在短短数日内便沉沦于如此堆积如山的灾难之中?
Νῦν δὲ καὶ παραδεδώκατε ἡμᾶς λῃσταῖς Αἰγυπτίοις, ἵνα μηδὲ ἐλέου τύχωμεν. Λῃστὴν γὰρ Ἕλληνα καὶ φωνὴ κατέκλασε, καὶ δέησις ἐμάλαξεν· ὁ γὰρ λόγος πολλάκις τὸν ἔλεον προξενεῖ· τῷ γὰρ πονοῦντι τῆς ψυχῆς3 ἡ γλῶττα πρὸς ἱκετηρίαν διακονουμένη τῆς τῶν ἀκουόντων ψυχῆς ἡμεροῖ τὸ θυμούμενον.
如今,你们甚至将我们交给了埃及盗匪,使我们连怜悯都无法获得。因为即便是希腊的强盗,声音也能折服其心,哀求也能化解其怒;言语常常能换来同情,因为舌头为灵魂受苦之处奔走恳求,能够抚慰听者灵魂中的暴怒。
Νῦν δὲ ποίᾳ μὲν φωνῇ δεηθῶμεν; τίνας δὲ λόγους προτείνωμεν; Κἂν Σειρήνων τις γένηται πιθανώτερος, ὁ ἀνδροφόνος οὐκ ἀκούει. Μόνοις ἱκετεύειν με δεῖ τοῖς νεύμασι καὶ τὴν δέησιν δηλοῦν ταῖς χειρονομίαις. Ὢ τῶν ἀτυχημάτων· ἤδη τὸν θρῆνον ὀρχήσομαι.4
然而如今,我们要用怎样的声音去哀求?呈献怎样的言辞?纵使有人比塞壬更能打动人心,这杀人凶手也根本听不懂。我只能仅凭手势哀告,以打手势来表达祈求。啊,这是何等的厄运!如今我竟要以舞蹈来比划我的哀歌!
Τὰ μὲν οὖν ἐμά, κἂν ὑπερβολὴν ἔχῃ συμφορᾶς, ἧττον ἀλγῶ, τὰ δὲ σά, Λευκίππη, ποίῳ στόματι θρηνήσω; ποίοις ὄμμασι δακρύσω; Ὦ πιστὴ μὲν πρὸς ἀνάγκην ἔρωτος, χρηστὴ δὲ πρὸς ἐραστὴν δυστυχοῦντα.
我个人的境遇,即便惨绝人寰,我尚觉痛苦稍浅;然而琉喀珀,关于你的遭遇,我该用怎样的口舌来哀悼?用怎样的双眼来垂泪?你对爱情的迫切羁绊如此忠贞,对不幸的恋人又是如此宽厚!
Ὡς καλά σου τῶν γάμων τὰ κοσμήματα. Θάλαμος μὲν τὸ δεσμωτήριον, εὐνὴ δὲ ἡ γῆ, ὅρμοι δὲ καὶ ψέλια κάλοι καὶ βρόχος, καί σοι νυμφαγωγὸς λῃστὴς παρακαθεύδει, ἀντὶ δὲ ὑμεναίων τίς σοι τὸν θρῆνον ᾅδει.
你的婚礼佩饰是多么华美啊!洞房是囚牢,床榻是泥土,项圈与手镯是绳索与绳套,陪伴你身旁的新娘护送者竟是强盗,而代替婚礼颂歌的,却是有人为你唱起挽歌。
Μάτην σοι, ὦ θάλασσα, τὴν χάριν ὡμολογήσαμεν· μέμφομαί σου τῇ φιλανθρωπίᾳ· χρηστοτέρα γέγονας πρὸς οὕς ἀπέκτεινας, ἡμᾶς δὲ σώσασα μᾶλλον ἀπέκτεινας. Ἐφθόνησας ἡμῖν ἀλῃστεύτοις ἀποθανεῖν.”5
大海啊,我们枉然地向你道谢了;我怨恨你的仁慈。你对那些被你杀死的人反而更为宽仁,救了我们,却将我们置于更彻底的死地。你甚至嫉妒我们能够免遭匪患而死去!”
- 3.10.1ὡς ἐξὸν ἤδη
由非人称动词 ἔξεστι 的中性分词 ἐξόν 与 ὡς 构成的绝对宾格结构,表示主体主观认定或自以为是的理由(“仿佛此时终于获准/可以痛哭一般”)。
- 3.10.1τῷ δὲ νῷ κλέψας τοῦ κωκυτοῦ τὸν ψόφον
动词 κλέπτω(偷取、隐藏)带夺格/分离属格 τοῦ κωκυτοῦ,字面义为“用心思/意志偷走哀号的声响”,是一种形象的比喻,意指为了不惊醒守卫而以理智和意志压抑住哭泣的声音。
- 3.10.2τῷ γὰρ πονοῦντι τῆς ψυχῆς
由中性分词 τὸ πονοῦν 与部分属格 τῆς ψυχῆς 构成的名词性短语(“为了灵魂承受痛苦的部分”),在修辞上与下半句的 τῆς τῶν ἀκουόντων ψυχῆς τὸ θυμούμενον(“听者灵魂中忿怒的部分”)形成对仗。
- 3.10.3ἤδη τὸν θρῆνον ὀρχήσομαι
不及物动词 ὀρχέομαι(跳舞)带宾格 τὸν θρῆνον(哀歌),构成“手舞足蹈地演出哀歌”这一反讽而夸张的比喻。指强盗不懂希腊语,自己只能像哑剧演员一样用肢体动作与手势来乞怜哀求。
- 3.10.6Ἐφθόνησας ἡμῖν ἀλῃστεύτοις ἀποθανεῖν
动词 φθονέω(嫉妒、吝惜)接与格(ἡμῖν)及不定式(ἀποθανεῖν)构成的句式(“你嫉妒我们……而死”)。形容词 ἀλῃστεύτοις 与 ἡμῖν 性数格一致,作述语修饰,意为“未受强盗抢掠侵害地”。
