← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§3.7.1-3.7.9

安德洛墨达与施救者珀耳修斯的画作描绘

详尽描绘了画家尤安忒斯所绘的画作:安德洛墨达身着新娘盛装被缚于峭壁之上,兼具美艳与惊恐;巨大的海怪破浪而出;珀耳修斯则手持曲刃剑与戈耳工头颅从天而降前来相救。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7.1

Ὀρώρυκται μὲν οὖν εἰς τὸ μέτρον τῆς κόρης ἡ πέτρα· θέλει δὲ τὸ ὄρυγμα λέγειν, ὅτι μή τις αὐτὸ πεποίηκε χείρ,1 ἀλλ’ ἔστιν αὐτόχθον· ἐτράχυνε γὰρ τοῦ λίθου τὸν κόλπον ὁ γραφεύς, ὡς ἔτεκεν αὐτὸν ἡ γῆ.

岩石依着少女的身长被凿出凹陷;但这凹陷仿佛在表明,绝非人力所为,而是浑然天成;因为画家把石头的凹槽处理得十分粗糙,就像大地刚把它孕生出来时一样。

§3.7.2

Ἡ δὲ ἐνίδρυται τῇ σκέπῃ, καὶ ἔοικε τὸ θέαμα, εἰ μὲν εἰς τὸ κάλλος ἀπίδοις, ἀγάλματι καινῷ, εἰ δὲ εἰς τὰ δεσμὰ καὶ τὸ κῆτος, αὐτοσχεδίῳ τάφῳ.2 Ἐπὶ δὲ τῶν προσώπων αὐτῆς κάλλος κεκέρασται καὶ δέος.

她被安置在这庇护般的凹穴中,这景象若是着眼于美貌,便宛若一尊新成的新颖雕像;若是着眼于镣铐与海怪,则像一座简陋的坟墓。在她脸上,美丽与惊恐交织在一起。

§3.7.3

Ἐν μὲν γὰρ ταῖς παρειαῖς τὸ δέος κάθηται, ἐκ δὲ τῶν ὀφθαλμῶν ἀνθεῖ τὸ κάλλος. Ἀλλ’ οὔτε τῶν παρειῶν τὸ ὠχρὸν τέλεον ἀφοίνικτον ἦν, ἠρέμα δὲ τῷ ἐρεύθει βέβαπται, οὔτε τὸ τῶν ὀφθαλμῶν ἄνθος ἐστὶν ἀμέριμνον, ἀλλ’ ἔοικε τοῖς ἄρτι μαραινομένοις ἴοις. Οὕτως αὐτὴν ἐκόσμησεν ὁ ζωγράφος εὐμόρφῳ φόβῳ.

因为惊恐停驻在面颊,而美丽则自双目绽放。然而面颊的苍白并非全然毫无血色,而是淡淡地泛着一层微红;双目的光采亦非无忧无虑,而是恰似刚开始枯萎的紫罗兰。画家便是这般以美艳的恐惧来装饰了她。

§3.7.4

Τὰς δὲ χεῖρας εἰς τὴν πέτραν ἐξεπέτασεν, ἄγχει δὲ ἄνω δεσμὸς ἑκατέραν συνάπτων τῇ πέτρᾳ· οἱ καρποὶ δὲ ὥσπερ ἀμπέλου βότρυες κρέμανται. Καὶ αἱ μὲν ὠλέναι τῆς κόρης ἄκρατον ἔχουσαι τὸ λευκὸν εἰς τὸ πελιδνὸν μετέβαλον, ἐοίκασι δὲ ἀποθνήσκειν οἱ δάκτυλοι.

她的双手向两侧在岩壁上展开,上方的锁链将两手分别系束在岩石上并紧紧收绞;手腕则如葡萄串般垂落下来。少女的小臂本是纯白无瑕,此时却转为青紫,手指也仿佛正在渐渐死去。

§3.7.5

Δέδεται μὲν οὖν οὕτω τὸν θάνατον ἐκδεχομένη, ἕστηκε δὲ νυμφικῶς ἐστολισμένη, ὥσπερ Ἀιδωνεῖ νύμφη κεκοσμημένη· ποδήρης ὁ χιτών, λευκὸς ὁ χιτών· τὸ ὕφασμα λεπτόν, ἀραχνίων ἐοικὸς πλοκῇ, οὐ κατὰ τὴν τῶν προβατείων τριχῶν, ἀλλὰ κατὰ τὴν τῶν ἐρίων τῶν λεπτοΐνων, οἷον ἀπὸ δένδρων ἕλκουσαι νήματα γυναῖκες ὑφαίνουσιν Ἰνδαί.

她便这般被束缚着等待死亡,却又着一身新娘盛装,仿佛被装扮成了冥王的新娘:长袍垂至脚踝,是一袭白袍;织物轻薄,宛若蛛丝织就,并非由绵羊之毛制成,而是出自那种由细线织就的羊毛般织物,犹如印度妇女从树木上抽出丝线编织而成的一般。

§3.7.6

Τὸ δὲ κῆτος ἀντιπρόσωπον τῆς κόρης κάτωθεν ἀναβαῖνον ἀνοίγει τὴν θάλατταν· καὶ τὸ μὲν πολὺ τοῦ σώματος περιβέβληται τῷ κύματι, μόνῃ δὲ τῇ κεφαλῇ τὴν θάλατταν ἀποδύεται. Ὑπὸ δὲ τὴν ἅλμην τοῦ κύματος ἡ τῶν νώτων ἐγέγραπτο φαινομένη σκιά, τὰ τῶν φολίδων ἐπάρματα, τὰ τῶν αὐχένων κυρτώματα, ἡ λοφιὰ τῶν ἀκανθῶν, οἱ τῆς οὐρᾶς ἑλιγμοί.

海怪则在少女的正对面自下涌现,破开海水;它的躯体大半被波涛所笼罩,仅将头颅脱离水面显露出来。在波涛的咸水中,勾勒出了它背部隐约可见的阴影、鳞片的隆起、颈项的弯曲、背鳍的棘刺以及尾部的盘曲。

§3.7.7

Γένυς πολλὴ καὶ μακρά· ἀνέῳκτο δὲ πᾶσα μέχρι τῆς τῶν ὤμων συμβολῆς, καὶ εὐθὺς ἡ γαστήρ. Μεταξὺ δὲ τοῦ κήτους καὶ τῆς κόρης ὁ Περσεὺς ἐγέγραπτο καταβαίνων ἐξ ἀέρος· καταβαίνει δ’ ἐπὶ τὸ θηρίον γυμνὸς τὸ πᾶν· χλαμὺς ἀμφὶ τοῖς ὤμοις μόνον καὶ πέδιλον περὶ τὼ πόδε πλησίον τοῦ πτεροῦ· πῖλος δὲ αὐτοῦ τὴν κεφαλὴν καλύπτει· ὁ πῖλος δὲ ὑπῃνίττετο τὴν Ἄιδος κυνέην· τῇ λαιᾷ τὴν τῆς Γοργοῦς κεφαλὴν κρατεῖ καὶ προβέβληται δίκην ἀσπίδος.

它的下颚巨大而修长,一直张裂到双肩交会之处,紧接着便是腹部。在海怪与少女之间,珀耳修斯被画成从空中降下的模样;他全身赤裸地向着凶兽扑来,唯有双肩披着一件短斗篷,双脚在飞翼旁系着便鞋;一顶毛毡小帽遮盖着他的头部,这顶帽子隐喻着哈得斯的隐形兜帽;他左手握着戈耳工的头颅,如盾牌般横在身前。

§3.7.8

Ἡ δέ ἐστι φοβερὰ κἀν τοῖς χρώμασι· τοὺς ὀφθαλμοὺς ἐξεπέτασεν, ἔφριξε τὰς τρίχας τῶν κροτάφων, ἤγειρε τοὺς δράκοντας· οὕτως ἀπειλεῖ κἀν τῇ γραφῇ. Ὅπλον μὲν τοῦτο τῇ λαιᾷ τῷ Περσεῖ· ὥπλισται δὲ καὶ τὴν δεξιὰν διφυεῖ σιδήρῳ εἰς δρέπανον καὶ ξίφος ἐσχισμένῳ.

那头颅即使用色彩绘出,亦令人胆战心惊:它双目圆睁,太阳穴的乱发倒竖,毒蛇昂首挺立;纵是在画作中,它亦如此威吓逼人。这是珀耳修斯左手的兵器;他的右手则装备着一件具有双重形态的铁刃,分叉为镰刀与利剑。

§3.7.9

Ἄρχεται μὲν γὰρ ἡ κώπη κάτωθεν ἀμφοῖν ἐκ μιᾶς, καί ἐστιν ἐφ’ ἡμίσει τοῦ σιδήρου ξίφος, ἐντεῦθεν δὲ ἀπορραγὲν τὸ μὲν ὀξύνεται, τὸ δὲ ἐπικάμπτεται. Καὶ τὸ μὲν ἀπωξυσμένον μένει ξίφος, ὡς ἤρξατο, τὸ δὲ καμπτόμενον δρέπανον γίνεται, ἵνα μιᾷ πληγῇ τὸ μὲν ἐρείδῃ τὴν σφαγήν, τὸ δὲ κρατῇ τὴν τομήν.3 Τὸ μὲν τῆς Ἀνδρομέδας δρᾶμα τοῦτο.

因为剑柄在下方原本合而为一,在铁刃的前半段是剑身,自此分岔后,一侧化为锐利的尖刃,另一侧则向内弯曲。削尖的那部分保持着剑的模样,一如初始;弯曲的部分则成了镰刀,以便在一击之中,一侧刺入造成致命创伤,另一侧则能紧紧扣住完成切割。安德洛墨达的这幅画剧便是如此。

语法注3 条
  1. 3.7.1θέλει δὲ τὸ ὄρυγμα λέγειν, ὅτι μή τις αὐτὸ πεποίηκε χείρ

    以无生命事物(τὸ ὄρυγμα)作动词 θέλει 的主语,为拟人化表达,意为“那凹陷仿佛想要表述/传达”。此外,ὅτι 引导的名词性从句中使用否定词 μή 而非 οὐ,体现了将否定视作主观意向或宣称(“声称非人力所造”)的后古典希腊语特征。

  2. 3.7.2ἀγάλματι καινῷ, εἰ δὲ εἰς τὰ δεσμὰ καὶ τὸ κῆτος, αὐτοσχεδίῳ τάφῳ

    承前句中的动词 ἔοικε,分别支配两组条件从句对应的与格补足语 ἀγάλματι 与 τάφῳ。两个对仗从句(εἰ μὲν εἰς τὸ κάλλος ἀπίδοις 与 εἰ δὲ εἰς τὰ δεσμὰ καὶ τὸ κῆτος [ἀπίδοις])后项省略了动词,希求法 ἀπίδοις 表示泛指假设(“假若有人着眼于……”)。

  3. 3.7.9ἵνα μιᾷ πληγῇ τὸ μὲν ἐρείδῃ τὴν σφαγήν, τὸ δὲ κρατῇ τὴν τομήν

    在 ἵνα 引出的目的从句(支配连接法 ἐρείδῃ 与 κρατῇ)中,兵刃分岔的两部分(τὸ μέν 直刃与 τὸ δέ 弯钩)作为并列主语对举。ἐρείδῃ τὴν σφαγήν 意指直刃深入刺击致人死命,κρατῇ τὴν τομήν 则指弯曲部分把持切割,展现了这一独特兵器(曲刃剑)一击兼备刺削双重功能的构合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.7.1-3.7.9