- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.6.1-3.6.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克勒托丰与琉喀珀前往培卢西昂的卡西俄斯宙斯神殿为友人的安危祈祷,并在后殿欣赏了尤安忒斯所绘的关于安德洛墨达与普罗米修斯的两联画。
Ἔστι δὲ ἐν τῷ Πηλουσίῳ Διὸς ἱερὸν ἄγαλμα Κασίου· τὸ δὲ ἄγαλμα νεανίσκος, Ἀπόλλωνι μᾶλλον ἐοικώς· οὕτω γὰρ ἡλικίας εἶχε·1 προβέβληται δὲ τὴν χεῖρα2 καὶ ἔχει ῥοιὰν ἐπ’ αὐτῇ· τῆς δὲ ῥοιᾶς ὁ λόγος μυστικός.
在培卢西昂有一座卡西俄斯宙斯的圣像。那雕像是一位青年,倒更像是阿波罗,因为他正处于那样的年纪。他伸出一只手,手上托着一枚石榴;关于这石榴的寓意是秘传的。
Προσευξάμενοι δὴ τῷ θεῷ καὶ περὶ τοῦ Κλεινίου καὶ τοῦ Σατύρου σύμβολον ἐξαιτήσαντες ʽκαὶ γὰρ ἔλεγον μαντικὸν εἶναι τὸν θεόν’ περιῄειμεν τὸν νεών.
我们向这位神祇祈祷,并为克勒尼阿斯和萨堤罗斯求索征兆(因为人们说这位神具有预言的能力),随后便绕着神殿漫步。
Κατὰ δὲ τὸν ὀπισθόδομον ὁρῶμεν εἰκόνα διπλῆν, καὶ ὁ γραφεὺς ἐπεγέγραπτο· Εὐάνθης μὲν ὁ γραφεύς, ἡ δὲ εἰκὼν Ἀνδρομέδα καὶ Προμηθεύς, δεσμῶται μὲν ἄμφω “διὰ τοῦτο γὰρ αὐτούς, οἶμαι, εἰς ἓν συνήγαγεν ὁ ζωγράφος”, ἀδελφαὶ δὲ καὶ τὴν ἄλλην τύχην αἱ γραφαί.3
在后殿附近,我们看到了一幅双联画,上面还题着画家的名字:画家是尤安忒斯,画作的内容则是安德洛墨达与普罗米修斯。两人皆是囚徒(“我想,正因如此,画家才将他们并置于一处”),在其余的遭遇上,这两幅画亦宛若孪生姊妹。
Πέτραι μὲν ἀμφοῖν τὸ δεσμωτήριον, θῆρες δὲ κατ’ ἀμφοῖν οἱ δήμιοι, τῷ μὲν ἐξ ἀέρος, τῇ δὲ ἐκ θαλάττης· ἐπίκουροι δὲ αὐτοῖς Ἀργεῖοι δύο συγγενεῖς, τῷ μὲν Ἡρακλῆς, τῇ δὲ Περσεύς· ὁ μὲν τοξεύων τὸν ὄρνιν τοῦ Διός, ὁ δὲ ἐπὶ τὸ κῆτος τοῦ Ποσειδῶνος ἀθλῶν. Ἀλλ’ ὁ μὲν ἵδρυται τοξαζόμενος ἐν γῇ, ὁ δὲ ἐξ ἀέρος κρέμαται τῷ πτερῷ.
峭壁是两人的囚牢,巨兽则是对待两人的行刑者——于他来自空中,于她来自海上;他们的救助者是两位同族的阿耳戈斯人,于他是赫拉克勒斯,于她是珀耳修斯;一人正在射击宙斯的神鸟,另一人正在与波塞冬的海怪搏斗。然而,一人脚踏实地立定拉弓,另一人则凭着双翼悬于半空之中。
- 3.6.1οὕτω γὰρ ἡλικίας εἶχε
动词 ἔχω 与副词(οὕτω)以及属格(ἡλικίας)连用,表示所处的状态或程度:“因为他处于那样的年龄”。该属格指定了主语所处的状态或范围。
- 3.6.1προβέβληται δὲ τὴν χεῖρα
完成时中动态动词 προβέβληται 带有身体部位的名词宾格 τὴν χεῖρα 作为直接宾语,意为“伸出自己的手”。这是表示对自身部位施加动作的标准中动态结构。
- 3.6.3ἀδελφαὶ δὲ καὶ τὴν ἄλλην τύχην αἱ γραφαί
主语为 αἱ γραφαί,谓语形容词为 ἀδελφαί,省略了系动词 ἦσαν。τὴν ἄλλην τύχην 为关系宾格(“在其他遭遇方面”),全句意为“这两幅画在其余遭遇上也宛如姊妹”。
