← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§3.5.1-3.5.6

攀附残骸漂流与漂抵培卢西昂

船只彻底解体后,克勒托丰与琉喀珀抓着船头碎片漂流,同伴们也各自攀附木材求生。克勒托丰目睹克勒尼阿斯被浪涛吞没,向波塞冬祈求与所爱之人同生共死;风暴随即平息,两人最终平安漂抵培卢西昂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5.1

Ἐπεὶ οὖν τὸ πλοῖον διελύθη, δαίμων τις ἀγαθὸς περιέσωσεν ἡμῖν τῆς πρῴρας μέρος, ἔνθα περικαθίσαντες ἐγώ τε καὶ ἡ Λευκίππη κατὰ ῥοῦν ἐφερόμεθα τῆς θαλάσσης· ὁ δὲ Μενέλαος καὶ ὁ Σάτυρος σὺν ἄλλοις τῶν πλωτήρων ἐπιτυχόντες τοῦ ἱστοῦ καὶ ἐπιπεσόντες ἐνήχοντο.

船体破碎之后,某位善神为我们留下了船头的一部分,我和琉喀珀跨坐在上面,顺着海流漂荡;而墨涅拉俄斯和萨堤罗斯则同其他一些水手抓住了桅杆,攀附在上面游动。

§3.5.2

Πλησίον δὲ καὶ τὸν Κλεινίαν ἑωρῶμεν περινηχόμενον τῇ κεραίᾳ καὶ ταύτην ἠκούσαμεν αὐτοῦ τὴν βοήν “ἔχου τοῦ ξύλου, Κλειτοφῶν·” ἅμα δὲ λέγοντα κῦμα ἐπεκάλυπτε κατόπιν·1 καὶ ἡμεῖς ἐκωκύσαμεν. Κατὰ ταὐτὸ καὶ ἡμῖν ἐπεφέρετο κῦμα· ἀλλὰ τύχῃ τινὶ πλησίον γενόμενον ἡμῶν κάτωθεν παρατρέχει, ὥστε ὑψούμενον μετέωρον τὸ ξύλον κατὰ τὸν αὐχένα τοῦ κύματος καὶ τὸν Κλεινίαν ἰδεῖν αὖθις.2

在附近,我们还看见克勒尼阿斯抱着横帆桁游着,并听见他这样喊道:“抓紧那块木头,克勒托丰!”然而他话音未落,一个巨浪便从背后将他吞没;我们失声哀号。同一时刻,也有一个巨浪朝我们扑来;但凭着某种机缘,它逼近我们时却从下方滑掠过去,以致那木头被高高托举在浪脊之上,让我们得以再次看见克勒尼阿斯。

§3.5.4

Ἀνοιμώξας οὖν “ἐλέησον” ἔφην “δέσποτα Πόσειδον, καὶ σπεῖσαι πρὸς τὰ τῆς ναυαγίας σου λείψανα.3 Πολλοὺς ἤδη τῷ φόβῳ θανάτους ὑπεμείναμεν· εἰ δὲ ἡμᾶς ἀποκτεῖναι θέλεις, μὴ διαστήσῃς ἡμῶν τὴν τελευτήν· ἓν ἡμᾶς κῦμα καλυψάτω· εἰ δὲ καὶ θηρίων ἡμᾶς βορὰν πέπρωται γενέσθαι, εἷς ἡμᾶς ἰχθὺς ἀναλωσάτω, μία γαστὴρ χωρησάτω, ἵνα καὶ ἐν ἰχθύσι κοινῇ ταφῶμεν.” Μετὰ μικρὸν δὲ τῆς εὐχῆς τὸ πολὺ τοῦ πνεύματος περιεπέπαυτο, τὸ δὲ ἄγριον ἐστόρεστο τοῦ κύματος. Μεστὴ δὲ ἦν ἡ θάλαττα νεκρῶν σωμάτων. Τοὺς μὲν οὖν ἀμφὶ τὸν Μενέλαον θᾶττον προσάγει τῇ γῇ τὸ κῦμα· καὶ ἦν ταῦτα τῆς Αἰγύπτου τὰ παράλια· κατεῖχον δὲ τότε λῃσταὶ πᾶσαν τὴν ἐκεῖ χώραν·

于是我哀泣道:“波塞冬主宰啊,请怜悯我们,与你海难下的残余生灵和解吧!我们在恐惧中已然经历了无数次死亡;若你执意要取我们性命,切勿将我们的终局分开:愿同一个巨浪将我们两人掩埋;若注定我们要沦为兽类的食粮,愿同一条鱼将我们吞食,同一个腹腔将我们容纳,好让我们即便在鱼腹之中也能同穴而葬。”在这一祈祷之后不久,强风大半平息,汹涌的波涛亦渐趋平缓。然而大海上漂满了尸体。海浪将墨涅拉俄斯一行人更快地送上了岸;那是埃及的海岸,但当时盗匪占据了那一带的整片土地。

§3.5.6

ἡμεῖς δὲ περὶ δείλην ἑσπέραν τύχῃ τινὶ τῷ Πηλουσίῳ προσίσχομεν καὶ ἄσμενοι γῆς λαβόμενοι τοὺς θεοὺς ἀνευφημοῦμεν· εἶτα ὠλοφυρόμεθα τὸν Κλεινίαν καὶ τὸν Σάτυρον, νομίζοντες αὐτοὺς ἀπολωλέναι.

至于我们,则在傍晚时分凭着机缘抵达了培卢西昂,欣喜若狂地攀上陆地,赞颂诸神;随后我们便为克勒尼阿斯和萨堤罗斯哀哭,以为他们已经丧命了。

语法注3 条
  1. 3.5.2ἅμα δὲ λέγοντα κῦμα ἐπεκάλυπτε κατόπιν

    副词 ἅμα 配合现在分词 λέγοντα,意为“正当他说着之时”。分词 λέγοντα 充当动词 ἐπεκάλυπτε 的直接宾语,省略了代词宾语 αὐτόν。

  2. 3.5.3ὥστε ὑψούμενον μετέωρον τὸ ξύλον κατὰ τὸν αὐχένα τοῦ κύματος καὶ τὸν Κλεινίαν ἰδεῖν αὖθις

    在由 ὥστε 引导的结果状语从句中,不定式 ἰδεῖν 的逻辑主语(ἡμᾶς)根据上下文省略。带有修饰语 ὑψούμενον μετέωρον 的宾格 τὸ ξύλον 与 τὸν Κλεινίαν 并列充当 ἰδεῖν 的直接宾语。

  3. 3.5.4καὶ σπεῖσαι πρὸς τὰ τῆς ναυαγίας σου λείψανα

    σπεῖσαι 是动词 σπένδω 的第二人称单数过去时中间态命令式(意为“休战、讲和”),而非主动态不定式。它与前面的命令式 ἐλέησον 形成平行的呼应关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.5.1-3.5.6