← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§3.4.1-3.4.6

母船触礁破碎与乘客落海惨死

母船乘客试图跳上小艇却大多跌落海中,水手们砍缆遁逃;留在船上的人随母船撞上暗礁粉碎,众人落海被礁石与碎木重创惨死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4.1

Ἔνθα δή τις ἀπὸ τῆς νεὼς νεανίσκος εὔρωστος λαμβάνεται τοῦ κάλω καὶ ἐφέλκεται τὴν ἐφολκίδα, καὶ ἦν ἐγγὺς ἤδη τοῦ σκάφους, ηὐτρεπίζετο δὲ ἕκαστος ὡς εἰ πελάσειε πηδήσων1 ἐς αὐτήν.

这时,船上一位强健的青年抓住了缆绳,将小艇拉了过来,小艇已然临近母船;人人都做好了准备,若小艇一旦靠近便跃入其中。

§3.4.2

Καὶ δύο μὲν ἢ τρεῖς ηὐτύχησαν οὐκ ἀναιμωτί, πολλοὶ δὲ ἀποπηδᾶν πειρώμενοι ἐξεκυλίσθησαν τῆς νεὼς κατὰ τῆς θαλάσσης. Ταχὺ γὰρ τὴν ἐφολκίδα ἀπολύσαντες οἱ ναῦται, πελέκει κόψαντες τὸν κάλων τὸν πλοῦν εἶχον ἔνθα αὐτοὺς ἦγε τὸ πνεῦμα· οἱ δὲ ἐπὶ τῆς νεὼς ἐπηρῶντο καταδῦναι τὴν ἐφολκίδα.

有两三个人确实成功跳了上去,但也挂了彩;而许多试图跃过的人却从船上跌落入海中。因为水手们用斧头砍断缆绳,迅速解脱了小艇,乘风而去,任由风势引向何方;而留在船上的众人则诅咒小艇沉没。

§3.4.3

Τὸ δὲ σκάφος ἐκυβίστα περὶ τοῖς κύμασιν ὀρχούμενον, λανθάνει δὲ προσενεχθὲν2 ὑφάλῳ πέτρᾳ καὶ ῥήγνυται πᾶν· ἀπωσθείσης δὲ τῆς νεὼς ὁ ἱστὸς ἐπὶ θάτερα πεσὼν τὸ μέν τι κατέκλασε, τὸ δέ τι κατέδυσεν αὐτῆς.3

母船则在风浪中颠簸翻滚,不知不觉间撞上暗礁,彻底破碎;船身被反弹开去时,桅杆倒向另一侧,折断了船身的一部分,又将另一部分压沉入水中。

§3.4.4

Ὁπόσοι μὲν οὖν παραχρῆμα τῆς ἅλμης πιόντες κατεσχέθησαν, οὗτοι μετριωτέραν ὡς ἐν κακοῖς4 ἔσχον τὴν συμφοράν, οὐκ ἐνδιατρίψαντες τῷ τοῦ θανάτου φόβῳ.

因此,那些当场呛饮海水而窒息殒命的人,在厄运之中反倒算遭遇了较温和的灾祸,因为他们未曾久久停留于死亡的恐惧之中。

§3.4.5

Ὁ γὰρ ἐν θαλάττῃ θάνατος βραδὺς προαναιρεῖ πρὸ τοῦ παθεῖν· ὁ γὰρ ὀφθαλμὸς πελάγους γεμισθεὶς ἀόριστον ἐκτείνει τὸν φόβον, ὡς καὶ διὰ τούτων θάνατον δυστυχεῖν πλείονα· ὅσον γὰρ τῆς θαλάσσης τὸ μέγεθος, τοσοῦτος καὶ ὁ τοῦ θανάτου φόβος.

大海上缓慢的死亡,早在真正受难之前就已将人先行摧残;因为眼目充斥着无垠的汪洋,便将恐惧无限放大,以致在此之上遭受了更深重的死亡之难;只因大海有多辽阔,死亡的恐惧便有多巨大。

§3.4.6

Ἔνιοι δὲ κολυμβᾶν πειρώμενοι, προσραγέντες ὑπὸ τοῦ κύματος τῇ πέτρᾳ διεφθείροντο· πολλοὶ δὲ καὶ ξύλοις ἀπερρωγόσι συμπεσόντες ἐπείροντο δίκην ἰχθύων· οἱ δὲ καὶ ἡμιθνῆτες ἐνήχοντο.

有些人试图游水逃生,却被海浪拍打在礁石上撞得粉身碎骨;还有许多人撞上碎裂的尖锐木片,如同游鱼般被刺穿;另一些人则半死不活地在水面上浮游挣扎。

语法注4 条
  1. 3.4.1ὡς εἰ πελάσειε πηδήσων

    连词 ὡς 与将来分词 πηδήσων 连用,表示主语的意图目的。其中插入的条件从句 εἰ πελάσειε 属于历史时态主句(ηὐτρεπίζετο)支配下的间接引语斜法希求法(代替直陈语气将来时或 ἐάν 加连接语气),表示附带条件的意图:“若靠近便打算跃入”。

  2. 3.4.3λανθάνει δὲ προσενεχθὲν

    λανθάνω 与分词构成的习用句式。主要动词 λανθάνει(历史现在时)与不定过去被动分词 προσενεχθέν 结合,意为船只“在不知不觉中被冲撞到礁石上”。

  3. 3.4.3τὸ μέν τι κατέκλασε, τὸ δέ τι κατέδυσεν αὐτῆς

    相关词组 τὸ μέν τι ... τὸ δέ τι 作副词性宾格(或表示部分的宾语),意为“一部分……另一部分……”。末尾的属格 αὐτῆς 为表示整体的部分属格(partitive genitive),指代母船;整句的主语是前文的 ὁ ἱστὸς(桅杆)。

  4. 3.4.4ὡς ἐν κακοῖς

    小词 ὡς 修饰介词短语 ἐν κακοῖς,用以限定比较级 μετριωτέραν 的范围,构成习用限制表达,意为“在不幸的境况之中算得上相对温和的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.4.1-3.4.6