← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§3.3.1-3.3.5

船员与乘客争夺救生小艇的搏斗

舵手弃大船带领水手登上接驳小艇逃生,引致被困乘客为争夺小艇而爆发殊死搏斗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.1

Τέλος ὁ κυβερνήτης ἀπειπὼν ῥίπτει μὲν τὰ πηδάλια ἐκ τῶν χειρῶν, ἀφίησι δὲ τὸ σκάφος τῇ θαλάσσῃ καὶ εὐτρεπίζει ἤδη τὴν ἐφολκίδα καὶ τοῖς ναύταις ἐμβαίνειν κελεύσας τῆς ἀποβάθρας ἦρχεν·1 οἱ δὲ εὐθὺς κατὰ πόδας ἐξήλλοντο.

最终,舵手绝望认输,撒手抛开舵把,将船只弃于海中,转而开始准备接驳小艇;他命令水手们登艇,并带头跳上跳板,众人便紧跟其后一跃而入。

§3.3.2

Ἔνθα δὴ καὶ τὰ δεινὰ ἦν καὶ ἦν μάχη χειροποίητος. Οἱ μὲν γὰρ ἐπιβάντες ἤδη τὸν κάλων ἔκοπτον, ὃς συνέδει τὴν ἐφολκίδα τῷ σκάφει· τῶν δὲ πλωτήρων ἕκαστος ἔσπευδον2 μεταπηδᾶν ἔνθα καὶ τὸν κυβερνήτην ἑωράκεσαν, ἐφείλκοντό τὸν κάλων· οἱ δ’ ἐκ τῆς ἐφολκίδος μεταβαίνειν οὐκ ἐπέτρεπον· εἶχον δὲ καὶ πελέκεις καὶ μαχαίρας, καὶ πατάξειν ἠπείλουν, εἴ τις ἐπιβήσεται· οἱ δὲ ἐκ τῆς νεὼς ὁπλισάμενοι τὸ δυνατόν, ὁ μὲν κώπης παλαιᾶς τρύφος ἀράμενος, ὁ δὲ τῶν τῆς νεὼς σελμάτων, ἠμύνοντο. Θάλασσα γὰρ εἶχε νόμον τὴν βίαν καὶ ἦν ναυμαχίας καινὸς τρόπος.

就在这时,可怕的情景出现了,一场人肉相搏的厮杀就此爆发。先登艇的人试图砍断将小艇系在母船上的缆绳;而每位乘客都争先恐后地朝着看见舵手跳下的地方扑去,用力拉扯那根缆绳;然而小艇上的人却不准他们登艇;他们手持斧头与短剑,威胁说若是有人敢上来就将其砍杀;船上的众人也尽可能武装自己,有的抓起残破的老桨残段,有的拆下船上的坐板,奋力反抗。在这大海上,暴力成了唯一的法则,这成了前所未见的奇特海战。

§3.3.4

Οἱ μὲν γὰρ ἐκ τῆς ἐφολκίδος δέει τοῦ καταδῦναι τῷ τῶν ἐπεμβαινόντων ὄχλῳ3 πελέκεσι καὶ μαχαίραις τοὺς ἐξαλλομένους ἔπαιον· οἱ δὲ σκυτάλαις καὶ κώπαις ἅμα τῷ πηδήματι τὰς πληγὰς κατέφερον· οἱ δὲ καὶ ἄκρου ψαύοντες τοῦ σκάφους ἐξωλίσθανον· ἔνιοι δὲ καὶ ἐπιβαίνοντες τοῖς ἐπὶ τῆς ἐφολκίδος ἤδη διεπάλαιον· φιλίας γὰρ ἢ αἰδοῦς οὐκέτι θεσμὸς ἦν, ἀλλὰ τὸ οἰκεῖον ἕκαστος σκοπῶν ἀσφαλές, τὸ πρὸς τοὺς ἑτέρους εὔγνωμον οὐκ ἐλογίζετο. Οὕτως οἱ μεγάλοι κίνδυνοι καὶ τοὺς τῆς φιλίας λύουσι νόμους.

小艇上的人由于唯恐涌上来的大批人群令小艇沉没,便挥舞斧头和短剑砍击跳过来的众人;而另一方则手持木棒和船桨,一边跳跃一边重击劈下;有的人仅仅碰到艇边就失足滑落海中;还有些人跳上了艇,便与小艇上原先的人激烈缠斗在一起。因为此时不再有友谊或廉耻的道义存在,人人都只顾自身的安危,全不顾念对他人应有的仁义。巨大的险境便是如此连友谊的法则也一并打破的。

语法注3 条
  1. 3.3.1τῆς ἀποβάθρας ἦρχεν

    动词 ἄρχω 支配属格补足语(τῆς ἀποβάθρας),意为“率先走上跳板/带头登艇”。此处 ἄρχω 并非取“统治”之意,而是表示“首先行动、率先引领某事”。

  2. 3.3.2τῶν δὲ πλωτήρων ἕκαστος ἔσπευδον

    此处出现由意义一致(constructio ad sensum)引起的语法不一致现象:单数主语 ἕκαστος(每个人)搭配了复数动词 ἔσπευδον。动词受表示整体的部分属格 τῶν πλωτήρων 影响,采用了复数形式。

  3. 3.3.4δέει τοῦ καταδῦναι τῷ τῶν ἐπεμβαινόντων ὄχλῳ

    δέει 是表示原因的与格(“出于恐惧”),其后接说明恐惧内容的属格冠词不定词 τοῦ καταδῦναι(“沉没”),而动名词后又接表示原因/手段的与格短语 τῷ τῶν ἐπεμβαινόντων ὄχλῳ(“由于涌上来的众人”),构成了层层修饰的结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.3.1-3.3.5