← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§3.2.1-3.2.9

风暴加剧与抛弃货物求生

暴风雨愈演愈烈致使天昏地暗,巨浪与狂风让船只濒临解体,众人为求生将包括金银在内的全部财物抛入大海,但风暴仍未平息。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.1

Σκευοφοροῦντες οὖν κατὰ τὴν ναῦν διὰ πάσης ἡμέρας δόλιχόν τινα τοῦτον δρόμον μυρίον ἐπονοῦμεν,1 ἀεὶ τὸν θάνατον προσδοκῶντες. Καὶ ἦν, ὡς εἰκός, οὐ μακράν.

于是,我们整日在船上四处搬运行李,承受着这场无休无止的漫长奔跑的折磨,时刻等待着死亡的降临。正如预料的那样,死神已相去不远。

§3.2.2

Περὶ γὰρ μεσημβρίαν δείλην ὁ μὲν ἥλιος τέλεον ἁρπάζεται, ἑωρῶμεν δὲ ἑαυτοὺς ὡς ἐν σελήνῃ. Πῦρ μὲν ἀπ’ αὐτῆς ἵπταται, μυκᾶται δὲ βροντῶν οὐρανός, καὶ τὸν ἀέρα γεμίζει βόμβος, ἀντεβόμβει δὲ κάτωθεν τῶν κυμάτων ἡ στάσις, μεταξὺ δὲ οὐρανοῦ καὶ θαλάσσης ἀνέμων ποικίλων ἐσύριζε ψόφος.

正午过后的午后时分,太阳彻底被夺走,我们彼此相看宛如身处月光之下。空中火光飞窜,天穹雷声隆隆如怒吼,轰鸣充斥着大气,下方翻腾的狂涛也发出呼应的怒号,在天海之间,变幻莫测的狂风吹出刺耳的呼啸。

§3.2.3

Καὶ ὁ μὲν ἀὴρ εἶχε σάλπιγγος ἦχον, οἱ δὲ κάλοι περὶ τὴν ὀθόνην πίπτουσιν, ἀντιπαταγοῦντες δὲ ἐτετρίγεσαν· ἐφόβει δὲ καὶ τὰ ξύλα τῆς νεὼς ῥηγνύμενα μὴ κατὰ μικρὸν ἀνοιχθείη τὸ σκάφος τῶν γόμφων ἀποσπωμένων·2 γέρρα δὲ περὶ πᾶσαν τὴν ναῦν ἐκεκάλυπτο.

空气中响彻如军号般的声音,帆边的缆绳纷纷垂落,相互撞击发出刺耳的嘎吱声;船身木材的碎裂声更令人心惊胆战,唯恐榫头被扯断后船体逐渐裂开;整艘船周围都覆盖着遮蔽风浪的编席。

§3.2.4

Καὶ γὰρ ὄμβρος ἐπέκλυζε πολύς, ἡμεῖς δὲ τὰ γέρρα ὑποδύντες ὥσπερ εἰς ἄντρον ἐμένομεν, παραδόντες ἑαυτοὺς τῇ τύχῃ, ῥίψαντες τὰς ἐλπίδας.

暴雨倾盆而下,我们钻入编席底下,如同躲进洞穴一般蜷缩在那里,放弃了所有希望,将自己听凭命运摆布。

§3.2.5

Τρικυμίαι δὲ πολλαὶ καὶ πάντοθεν, αἱ μὲν κατὰ πρόσωπον, αἱ δὲ κατ’ οὐρὰν τῆς νεὼς ἀλλήλαις ἀντέπιπτον. Ἡ δὲ ναῦς ἀεὶ πρὸς μὲν τὸ κυρτούμενον τῆς θαλάσσης ἠγείρετο, πρὸς δὲ τὸ παραδραμὸν ἤδη καὶ χθαμαλὸν τοῦ κύματος κατεδύετο. Ἐῴκει δὲ τῶν κυμάτων μάτων τὰ μὲν ὄρεσι, τὰ δὲ χάσμασιν.3

重重巨浪从四面八方涌来,有的迎头冲击船首,有的猛击船尾,彼此激烈碰撞。船身始终随着隆起的海浪升起,又随着那已经奔过、变得低矮的浪谷猛坠下去。那些波涛有的宛如高山,有的宛如深渊。

§3.2.6

Ἦν δὲ καὶ τὰ ἐγκάρσια τῶν κυμάτων ἑκατέρωθεν φοβερώτερα. Ἀναβαίνουσα μὲν γὰρ ἐπὶ τὴν ναῦν ἡ θάλασσα διὰ τῶν γέρρων ἐκυλίετο καὶ ἐκάλυπτε πᾶν τὸ σκάφος.

从两侧袭来的横浪则更加骇人。因为海水漫上船来,穿透编席滚滚涌入,吞没了整个船体。

§3.2.7

Τὸ γὰρ κῦμα αἰρόμενον ὑψοῦ, ψαῦον αὐτῶν τῶν νεφῶν, πόρρωθεν μὲν πρὸς ἀντιπρόσωπον ἐφαίνετο τῷ σκάφει μέγεθος οἷον προσιὸν δὲ βλέπων καταποθήσεσθαι τὴν ναῦν προσεδόκησας.4

那高耸入云、仿佛擦着云端的巨浪,从远处迎面望去体量无比庞大,任何人看着它逼近,都会料定船只将被彻底吞没。

§3.2.8

Ἦν οὖν ἀνέμων μάχη καὶ κυμάτων· ἡμεῖς δὲ οὐκ ἠδυνάμεθα κατὰ χώραν μένειν ὑπὸ τοῦ τῆς νεὼς σεισμοῦ. Συμμιγὴς δὲ πάντων ἐγίνετο βοή· ἐρρόχθει τὸ κῦμα, ἐπάφλαζε τὸ πνεῦμα, ὀλολυγμὸς γυναικῶν, ἀλαλαγμὸς ἀνδρῶν, κελευσμὸς ναυτῶν, πάντα θρήνων καὶ κωκυτῶν ἀνάμεστα.

于是风与浪展开了殊死搏斗;我们由于船体的剧烈晃动,甚至无法在原处站稳。所有声音混杂成一片震耳欲聋的喧嚣:波涛咆哮,暴风沸腾,妇人啼哭,男人们号叫,水手们呼喊号令,四周充斥着哀鸣与痛哭。

§3.2.9

Καὶ ὁ κυβερνήτης ἐκέλευε ῥίπτειν τὸν φόρτον· διάκρισις δ’ οὐκ ἦν ἀργύρου καὶ χρυσοῦ πρὸς ἄλλο τι τῶν εὐτελῶν, ἀλλὰ πάνθ’ ὁμοίως ἠκοντίζομεν ἔξω τῆς νεώς· πολλοὶ δὲ καὶ τῶν ἐμπόρων αὐτοὶ τῶν οἰκείων λαμβάνοντες, ἐν οἷς εἶχον τὰς ἐλπίδας, ἐώθουν ἐπειγόμενοι. Καὶ ἦν ἤδη ἡ ναῦς τῶν ἐπίπλων γυμνή· ὁ δὲ χειμὼν οὐκ ἐσπένδετο.

舵手随即下令抛弃货物。金银与贱物之间全无分别,我们一视同仁地将所有东西统统掷出船外;许多商人也亲自抓起自己寄托了全部希望的家当,争先恐后地推入海中。此时船只已尽失器具财物,变得空空如也;然而这场暴风雨却丝毫没有罢休之意。

语法注4 条
  1. 3.2.1δόλιχόν τινα τοῦτον δρόμον μυρίον ἐπονοῦμεν

    δόλιχον δρόμον 是动词 ἐπονοῦμεν 的同源宾语(内在宾语)。此处借用古希腊长跑项目(δόλιχος)的比喻,将乘客们为了平衡船身而在船舱两端来回奔波的痛苦折磨比作一场永无休止的长跑。

  2. 3.2.3ἐφόβει δὲ καὶ τὰ ξύλα τῆς νεὼς ῥηγνύμενα μὴ κατὰ μικρὸν ἀνοιχθείη τὸ σκάφος τῶν γόμφων ἀποσπωμένων

    主语为中性复数名词短语 τὰ ξύλα ῥηγνύμενα(船体开裂的木料),后接及物动词 ἐφόβει(引起恐慌)。由 μή 引导并接希求式 ἀνοιχθείη 的从句表示恐惧的内容(“唯恐船体裂开”),τῶν γόμφων ἀποσπωμένων 为独立属格结构,表伴随的原因或状态(“随着榫头被拔出”)。

  3. 3.2.5τῶν κυμάτων μάτων τὰ μὲν ὄρεσι, τὰ δὲ χάσμασιν

    原文中的 τῶν κυμάτων μάτων 属于底本跨页处产生的重复误植。在句法上,部分属格 τῶν κυμάτων 被分词主语 τὰ μέν ... τὰ δέ ... 所分割,与动词 ἐῴκει 连用,并以与格 ὄρεσι 和 χάσμασιν 作为补足语。

  4. 3.2.7προσιὸν δὲ βλέπων καταποθήσεσθαι τὴν ναῦν προσεδόκησας

    第二人称单数过去式 προσεδόκησας(“你料定/任何人都会料定”)是用于泛指或设想中观察者的非特定人称表达(泛指第二人称)。分词 βλέπων 与之保持一致,整句意为“看着它逼近,任何人都会料定船要被吞没”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.2.1-3.2.9