← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§3.1.1-3.1.6

航海突遇风暴与乘客稳定船身的挣扎

航行第三天突遇狂风大雾,船身严重侧倾,乘客们试图转移到高处压平船体以防倾覆,但风向突然转变,导致船身剧烈反向晃动,众人不得不来回奔逃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.1

Τρίτην δὲ ἡμέραν1 πλεόντων ἡμῶν, ἐξ αἰθρίας πολλῆς αἰφνίδιον ἀχλὺς περιχεῖται καὶ τῆς ἡμέρας ἀπωλώλει τὸ φῶς· ἐγείρεται δὲ κάτωθεν ἄνεμος ἐκ τῆς θαλάσσης κατὰ πρόσωπον τῆς νεώς, καὶ ὁ κυβερνήτης περιάγειν ἐκέλευσε τὴν κεραίαν.

我们航行的第三天,原本十分晴朗的天空突然弥漫起雾气,白昼的光芒顿时隐没。自下方从海上刮起一股风,迎面扑向船首,舵手下令转动帆桁。

§3.1.2

Καὶ σπουδῇ περιῆγον οἱ ναῦται, πῇ μὲν τὴν ὀθόνην ἐπὶ θάτερα συνάγοντες ἄνω τοῦ κέρως βίᾳ ʽτὸ γὰρ πνεῦμα σφοδρότερον ἐμπεσὸν ἀνθέλκειν οὐκ ἐπέτρεπἐ, πῇ δὲ πρὸς θάτερον μέρος, φυλάττοντες τοῦ πρόσθεν μέτρου καθ’ ὃ συνέβαινεν οὔριον εἶναι τῇ περιαγωγῇ τὸ πνεῦμα.

水手们急忙转动它,有时强行把帆聚拢在帆桁一端(因为风势愈发猛烈,根本不容他们回拉),有时又转到另一侧,在风力适于操桁的限度内竭力保持先前的幅度。

§3.1.3

Κλίνεται δὲ κοῖλον τοιχίσαν2 τὸ σκάφος καὶ ἐπὶ θάτερα μετεωρίζεται καὶ πάντη πρηνὲς ἦν, καὶ ἐδόκει τοῖς πολλοῖς ἡμῶν περιτραπήσεσθαι καθάπαξ ἐμπίπτοντος τοῦ πνεύματος. Μετεσκευαζόμεθα οὖν ἅπαντες εἰς τὰ μετέωρα τῆς νεώς, ὅπως τὸ μὲν βαπτιζόμενον τῆς νεὼς ἀνακουφίσαιμεν, τὸ δὲ τῇ προσθήκῃ βιασάμενοι κατὰ μικρὸν καθέλοιμεν εἰς τὸ ἀντίρροπον.

船身侧倾凹陷,一侧高高翘起,整个船体完全歪斜,在我们许多人看来,只要风势直击而下,船就要彻底倾覆了。于是我们大家全都移向船体翘起的高处,好减轻船身下沉部分的负荷,并通过增加自身的重压强行将另一侧一点一点下压,以求恢复平衡。

§3.1.4

Πλέον δὲ ἠνύομεν οὐδέν· ἀνέφερε γὰρ ἡμᾶς μᾶλλον κορυφούμενον τὸ ἔδαφος τῆς νεώς, ἢ πρὸς ἡμῶν κατεβιβάζετο.

然而我们徒劳无功;因为船底耸起将我们抬升的力道,远大过我们将其压下的力道。

§3.1.5

Καὶ χρόνον μέν τινα διαταλαντουμένην οὕτω τὴν ναῦν τοῖς κύμασιν ἐπαλαίομεν εἰς τὸ ἀντίρροπον καθελεῖν· αἰφνίδιον δὲ μεταβάλλεται τὸ πνεῦμα ἐπὶ θάτερα τῆς νεὼς καὶ μικροῦ βαπτίζεται3 τὸ σκάφος, τοῦ μὲν τέως εἰς κῦμα κλιθέντος ἀναθορόντος ὀξείᾳ ῥοπῇ, θατέρου δέ, ὃ ᾐώρητο, καταρραγέντος εἰς τὴν θάλατταν.

在一段时间里,面对如此在波浪间剧烈颠簸的船,我们拼命想把它压平至平衡状态;但风向突然变到了船的另一侧,船险些沉没:先前倾入波涛的一侧猛烈弹起,而原本悬空的一侧则狠狠砸入海中。

§3.1.6

Κωκυτὸς οὖν αἴρεται μέγας ἐκ τῆς νεώς, καὶ μετοικία πάλιν καὶ δρόμος μετὰ βοῆς ἐπὶ τὰς ἀρχαίας ἕδρας. Καὶ τρίτον καὶ τέταρτον καὶ πολλάκις τὸ αὐτὸ πάσχοντες κοινὴν ταύτην εἴχομεν τῷ σκάφει τὴν πλάνην. Πρὶν μὲν γὰρ μετασκευάσασθαι τὸ πρῶτον, δίαυλος ἡμᾶς διαλαμβάνει δεύτερος.4

船上随之爆发出一片号啕,大家一边喊叫着,一边再次仓皇跑回原先的位置。我们历经第三次、第四次、乃至多次同样的折磨,与船身一同承受着这番剧烈的来回摇摆。因为头一次转移尚未完成,第二轮折返便已袭来。

语法注4 条
  1. 3.1.1Τρίτην δὲ ἡμέραν

    表示时间延续的宾格(时间宾格),与属格独立结构 πλεόντων ἡμῶν 连用,表示“我们航行持续到第三天”或“航行的第三天”。

  2. 3.1.3κοῖλον τοιχίσαν

    分词 τοιχίσαν(航海用语,指船侧倾)与作副词性或结果性表语的中性形容词 κοῖλον 连用,生动描绘了船体向一侧倾侧、舷侧凹陷下沉的情状。

  3. 3.1.5μικροῦ βαπτίζεται

    μικροῦ 为属格副词用法(相当于 ὀλίγου δεῖν),意为“几乎”、“差一点”,修饰具有生动历史现在时色彩的 βαπτίζεται,表示船只险些沉没。

  4. 3.1.6δίαυλος ἡμᾶς διαλαμβάνει δεύτερος

    δίαυλος 原指运动场上的折返双程跑,此处借用为隐喻,指乘客们在剧烈倾晃的甲板上被迫来回奔跑折返。“第一次转移尚未完结,第二轮折返便已袭来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.1.1-3.1.6