- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.17.1-3.17.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
墨涅拉俄斯与萨堤罗斯阻止了克利托丰自刎殉情;在墨涅拉俄斯的示意下,腹部被剖开的琉喀珀奇迹般活着从棺椁中现身。
Ταῦτα εἰπὼν ἀνατείνω τὸ ξίφος ἄνω, ὡς καθήσων ἐμαυτῷ κατὰ τῆς σφαγῆς,1 καὶ ὁρῶ δύο τινὰς ἐξ ἐναντίας ʽσεληναία δὲ ἦν’ σπουδῇ θέοντας. Ἐπέσχον οὖν λῃστὰς εἶναι δοκῶν, ὡς ἂν ὑπ’ αὐτῶν ἀποθάνοιμι.2
说完这番话,我高高举起利剑,正要刺入自己的咽喉;但借着明亮的月光,我看见迎面有两个人急匆匆地奔跑过来。我以为他们是盗匪,便停住了手,心想正好让他们夺去我的性命。
Ἐν τούτῳ δὲ ἐγγὺς ἐγένοντο καὶ ἀναβοῶσιν ἄμφω· Μενέλαος δὲ ἦν καὶ ὁ Σάτυρος. Ἐγὼ δὲ ἄνδρας ἰδὼν ἐκ παραλόγου ζῶντας φίλους οὔτε περιεπτυξάμην, οὔτ’ ἐξεπλάγην ὑφ’ ἡδονῆς· τοσοῦτον ἡ λύπη με τῆς συμφορᾶς ἐξεκώφωσε.
在这期间,他们已经跑近并同时呼喊起来;原来是墨涅拉俄斯和萨堤罗斯。然而,眼见友人出人意料地生还,我既没有拥抱他们,也没有欣喜若狂;这场灾难的悲痛竟已将我彻底麻木。
Λαμβάνονται δή μου τῆς δεξιᾶς καὶ ἐπεχείρουν ἀφαιρεῖσθαι τὸ ξίφος· ἐγὼ δὲ “πρὸς θεῶν” ἔφην “μή μοι φθονήσητε θανάτου καλοῦ, μᾶλλον δὲ φαρμάκου τῶν κακῶν· οὐδὲ γὰρ ζῆν ἔτι δύναμαι, κἂν νῦν με βιάσησθε, Λευκίππης οὕτως ἀνῃρημένης. Τοῦτο μὲν γὰρ ἀφαιρήσεσθέ μου τὸ ξίφος, τὸ δὲ τῆς ἐμῆς λύπης ξίφος ἔνδον καταπέπηγε καὶ τέμνει κατ’ ὀλίγον. Ἀθανάτῳ σφαγῇ ἀποθνήσκειν με βούλεσθε;” Λέγει οὖν ὁ Μενέλαος “ἀλλ’ εἰ διὰ τοῦτο θέλεις ἀποθανεῖν, ὥρα σοι τὸ ξίφος ἐπισχεῖν· Λευκίππη δέ σοι νῦν ἀναβιώσεται.”
他们抓住了我的右手,试图夺下利剑;我却说道:“看在诸神的份上,不要吝惜让我得到体面的死亡,或者说免除苦难的解药;因为即使你们现在强行阻止我, 在琉喀珀横遭如此屠戮之后,我也无法再活下去了。你们夺去的固然是我手中的这柄剑,但我悲伤的利剑早已深深刺入内心,正将我一寸寸割裂。难道你们要我在这永无止境的屠割中死去吗?”墨涅拉俄斯便说道:“若是为此你想寻死,那你正该把剑收起;因为琉喀珀此刻就要为你复活了。”
Βλέψας οὖν πρὸς αὐτὸν “ἔτι μου καταγελᾷς” ἔφην “ἐπὶ τηλικούτῳ κακῷ; εὖ γε, Μενέλαε, Ξενίου μέμνησαι Διός.” Ὁ δὲ κρούσας τὴν σορὸν “ἐπεὶ τοίνυν ἀπιστεῖ Κλειτοφῶν” ἔφη, “σύ μοι, Λευκίππη, μαρτύρησον, εἰ ζῇς.” Ἅμα δὲ εἶπε καὶ δίς που καὶ τρὶς ἐπάταξε τὴν σορόν, καὶ κάτωθεν ἀκούω φωνῆς πάνυ λεπτῆς. Τρόμος οὖν εὐθὺς ἴσχει με καὶ πρὸς τὸν Μενέλαον ἀπέβλεπον, μάγον εἶναι δοκῶν.
我注视着他说道:“在这般大祸临头之际,你还要嘲弄我吗?好啊,墨涅拉俄斯,你可真是牢记着客神宙斯的道义!”他却叩击棺椁,说道:“既然克利托丰不信,那么琉喀珀, 你若活着,就请替我作证罢。”他说着,便在棺椁上敲了两三下,接着我就从下面听到了极其微弱的呼声。我顿时浑身颤抖,注视着墨涅拉俄斯,以为他是个巫师。
Ὁ δὲ ἀνέῳγεν ἅμα τὴν σορὸν καὶ ἡ Λευκίππη κάτωθεν ἀνέβαινε, φοβερὸν θέαμα, ὦ θεοί, καὶ φρικωδέστατον. Ἀνέῳκτο μὲν ἡ γαστὴρ αὐτῆς πᾶσα καὶ ἦν ἐντέρων κενή· ἐπιπεσοῦσα δέ μοι περιπλέκεται καὶ συνέφυμεν καὶ ἄμφω κατεπέσομεν.
他旋即开启了棺椁,琉喀珀从下面站了起来——诸神啊,那是多么骇人、多么令人毛骨悚然的景象!她的腹部整片裂开,空无内脏;然而她扑向我并紧紧搂抱住我,我们紧紧相拥,双双倒在了地上。
- 3.17.1ὡς καθήσων ἐμαυτῷ κατὰ τῆς σφαγῆς
连词ὡς与动词καθίημι(刺入、降下)的将来时分词καθήσων连用,表示主语的目的或意图(“打算刺入”)。此处的σφαγή并非抽象意义上的“屠宰”,而是指实施屠割的身体解剖部位,即“咽喉、颈部”,由接属格的前置词κατά支配,表示利刃向下刺入的目标;与格ἐμαυτῷ则为不利与格,指动作波及的自身。
- 3.17.1ὡς ἂν ὑπ’ αὐτῶν ἀποθάνοιμι
连词ὡς ἄν与祈愿式ἀποθάνοιμι连用,顺应主句的过去时主动态动词(ἐπέσχον)构成目的从句。带有小词ἄν的此类从句为目的赋予了某种或然性或主观的附带期待(“以便自己或许能死在他们手上”)。
