- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.18.1-3.18.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
还魂复苏的克利托丰对眼前的琉喀珀困惑不解,墨涅拉俄斯假托巫术拆除了她腹部的机关并展现其完好之身,随后琉喀珀催促他道出智瞒盗匪的真相。
Μόλις οὖν ἀναζωπυρήσας λέγω πρὸς τὸν Μενέλαον “οὐκ ἐρεῖς μοι τί ταῦτα; οὐχὶ Λευκίππην ὁρῶ; ταύτην οὐ κρατῶ καὶ ἀκούω λαλούσης;1 ἃ οὖν χθὲς ἐθεασάμην τίνα ἦν; ἢ γὰρ ἐκεῖνά ἐστιν ἢ ταῦτα ἐνύπνια.
我好不容易才缓过气来,对墨涅拉俄斯说道:“你难道不告诉我这究竟是怎么回事吗?我看到的难道不是琉喀珀吗?难道我没有抱着她、听她说话吗?那我昨天看到的又是什么呢?因为要么那些是梦,要么这些是梦。
Ἀλλ’ ἰδοὺ καὶ φίλημα ἀληθινὸν καὶ ζῶν, ὡς κἀκεῖνο τὸ τῆς Λευκίππης γλυκύ.” “Ἀλλὰ νῦν” ὁ Μενέλαος ἔφη “καὶ τὰ σπλάγχνα ἀπολήψεται καὶ τὰ στέρνα συμφύσεται καὶ ἄτρωτον ὄψει. Ἀλλ’ ἐπικάλυψαί σου τὸ πρόσωπον· καλῶ γὰρ τὴν Ἑκάτην ἐπὶ τὸ ἔργον.” Ἐγὼ δὲ πιστεύσας ἐνεκαλυψάμην.
可是你看,连这亲吻也是真切而鲜活的,正如琉喀珀昔日的亲吻那般甘甜。”墨涅拉俄斯说道:“不过现在,她的内脏就会复原,胸口也会愈合,你会看到她完好无损。但你要把脸蒙上;因为我要召唤赫卡忒来施行此事。”我信以为真,便把脸蒙了起来。
Ὁ δὲ ἄρχεται τερατεύεσθαι καὶ λόγον τινὰ καταλέγειν· ἅμα λέγων περιαιρεῖ τὰ μαγγανεύματα τὰ ἐπὶ τῇ γαστρὶ τῆς Λευκίππης καὶ ἀποκατέστησεν εἰς τὸ ἀρχαῖον, λέγει τέ μοι “ἀποκάλυψαι.” Κἀγὼ μόλις μὲν καὶ φοβούμενος (ἀληθῶς γὰρ ᾤμην τὴν Ἑκάτην παρεῖναι), ὅμως δ’ οὖν ἀπέστησα τῶν ὀφθαλμῶν τὰς χεῖρας καὶ ὁλόκληρον τὴν Λευκίππην ὁρῶ.
他便开始做出各种装神弄鬼的举动,念诵某种咒语;念诵的同时,他拆除了琉喀珀腹部的机关装置,使她恢复了原状,接着对我说道:“把脸露出来吧。”我迟疑着,又满怀恐惧——因为我真以为赫卡忒就在跟前——但还是把手从眼前移开,只见琉喀珀完好无缺。
Ἔτι μᾶλλον οὖν ἐκπλαγεὶς ἐδεόμην τοῦ Μενελάου λέγων “ὦ φίλτατε Μενέλαε, εἰ διάκονός τις εἶ θεῶν, δέομαί σου, ποῦ γῆς2 εἰμι καὶ τίνα ποτὲ ταῦτα ὁρῶ;” Καὶ ἡ Λευκίππη “καῦσαι”3 ἔφη “Μενέλαε, δεδιττόμενος αὐτόν, λέγε δὲ πῶς τοὺς λῃστὰς ἠπάτησας.”
我更加震惊,便恳求墨涅拉俄斯道:“最亲爱的墨涅拉俄斯,如果你是神明的侍者,我求求你,我究竟身在人间的何处?我所见到的这些究竟是什么?”琉喀珀便说道:“别再吓唬他了,墨涅拉俄斯,快说说你是怎么欺骗那些盗匪的吧。”
- 3.18.1ἀκούω λαλούσης
感官动词 ἀκούω 在表示直接听见的声音来源或人时,支配属格名词或属格分词。此处代词(如 αὐτῆς)被省略,阴性属格分词 λαλούσης 独立充当所听见的对象,意为“听见她在说话”。
- 3.18.5ποῦ γῆς
由疑问副词 ποῦ 与表示整体之一部分的属格(部分属格)γῆς 构成的习语,意为“人间的何处”或“究竟在何方”。
- 3.18.5καῦσαι
原文的 καῦσαι 从文脉以及后接的分词 δεδιττόμενος(恐吓)来看,显然是 παῦσαι(动词 παύω 的中动语态不定过去时第二人称单数命令式)的传抄或排印讹误。παύομαι 接补充性分词表示“停止做某事”,即“别再吓唬他了”。
