- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.16.1-3.16.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
夜深渡河扎营后,趁众人熟睡,克利托丰持剑走向琉喀珀的棺椁欲自刎殉情,痛诉她的惨死与神明的冷漠。
Ἑσπέρας δὲ γενομένης ἡ διῶρυξ κέχωστο πᾶσα, οἱ δὲ στρατιῶται διαβάντες αὐλίζονται μικρὸν ἄνω τῆς διώρυχος καὶ περὶ δεῖπνον ἦσαν· ὁ δὲ στρατηγὸς ἐπεχείρει με παρηγορεῖν ἀνιαρῶς ἔχοντα.
夜幕降临,运河已被完全填平,兵士们渡过河,在运河稍往前处扎营,并在用晚餐;将领则尽力抚慰痛苦不堪的我。
Περὶ δὲ πρώτην νυκτὸς φυλακὴν πάντας ἐπιτηρήσας καθεύδοντας πρόειμι τὸ ξίφος ἔχων, ἐπικατασφάξων ἐμαυτὸν τῇ σορῷ.1
大约在夜间初更时分,我见众人均已入睡,便手持利剑向前走去,打算在棺椁上自刎殉情。
Ἐπεὶ δὲ πλησίον ἐγενόμην, ἀνατείνω τὸ ξίφος “Λευκίππη” λέγων “ἀθλία καὶ πάντων ἀνθρώπων δυστυχεστάτη, οὐ τὸν θάνατον ὀδύρομαί σου μόνον, οὐδ’ ὅτι τέθνηκας ἐπὶ ξένης, οὐδ᾽ ὅτι σοι γέγονεν ἐκ βίας σφαγή, ἀλλ’ ὅτι ταῦτα τῶν σῶν ἀτυχημάτων παίγνια,2 ἀλλ’ ὅτι καθάρσιον γέγονας ἀκαθάρτων σωμάτων καί σε ζῶσαν ἀνέτεμον, οἴμοι, καὶ βλέπουσαν ὅλην τὴν ἀνατομήν, ἀλλ’ ὅτι σου τῆς γαστρὸς τὰ μυστήρια ἐμέρισαν καὶ τὴν ταφὴν κακοδαίμονι βωμῷ καὶ σορῷ.
当我走近时,举起利剑说道:“可怜的琉喀珀,所有人中最不幸的人啊!我不仅为你之死而悲痛,也不仅为你客死异乡、横遭屠戮而悲痛,而是因为比起你的厄运,这些尚属儿戏;是因为你竟成了污秽之躯的赎罪祭牲,而且他们剖开你时你还活着,天哪,你亲眼看着整场解剖;是因为他们将你腹内的隐秘与你的安葬,分别分摊给了不祥的祭坛与棺椁。
Καὶ τὸ μὲν σῶμα ταύτῃ κατατέθειται, τὰ δὲ σπλάγχνα ποῦ; Εἰ μὲν δεδαπανήκει τὸ πῦρ, ἥττων ἡ συμφορά·3 νῦν δὲ ἡ τῶν σπλάγχνων σου ταφὴ λῃστῶν γέγονε τροφή. Ὢ πονηρᾶς ἐπὶ βωμοῦ δᾳδουχίας· ὦ τροφῶν καινὰ μυστήρια.
遗体已被安放在这里,可脏腑何在?若是烈火将其烧尽,灾难尚且算轻;而如今,你脏腑的安葬竟成了盗匪的食粮!啊,祭坛上邪恶的秉烛仪式!啊,这闻所未闻的食物秘仪!
Καὶ ἐπὶ τοιούτοις θύμασιν ἔβλεπον ἄνωθεν οἱ θεοὶ καὶ οὐκ ἐσβέσθη τὸ πῦρ, ἀλλὰ μιαινόμενον ἠνείχετο καὶ ἀνέφερε τοῖς θεοῖς τὴν κνίσσαν; Λάβε οὖν, Λευκίππη, τὰς πρεπούσας σοι παρ’ ἐμοῦ χοάς.”
面对这样的祭牲,诸神在上注视,火竟然没有熄灭,反而忍受着亵渎,将脂膏之气奉送给诸神吗?那么,琉喀珀,请接纳我为你献上的应得的奠酒罢。”
- 3.16.2ἐπικατασφάξων ἐμαυτὸν τῇ σορῷ
将来时分词 ἐπικατασφάξων 与主要动词 πρόειμι 连用,表示目的(“打算自刎”)。复合动词 ἐπικατασφάζω(“在……上屠杀/自刎”)支配与格名词 τῇ σορῷ(“在棺椁上”)。
- 3.16.3ἀλλ’ ὅτι ταῦτα τῶν σῶν ἀτυχημάτων παίγνια
这是由前文动词 ὀδύρομαι 所支配的一连串 οὐδ' ὅτι ... ἀλλ' ὅτι 从句之一。该从句中省略了系动词 ἐστί,ταῦτα 为主语,παίγνια 为表语(“这些只算儿戏”),属格 τῶν σῶν ἀτυχημάτων 表示比较或从属。
- 3.16.4Εἰ μὲν δεδαπανήκει τὸ πῦρ, ἥττων ἡ συμφορά
此为表示与过去事实相反的非真实条件句。条件从句采用直陈式过去完成时 δεδαπανήκει;结论从句中省略了动词 ἦν(或 ἦν ἄν),仅保留表语形容词 ἥττων 和主语 ἡ συμφορά。在表示比较、应当或可能性的断言中,结论从句常省略 ἄν 而直接使用直陈式过去时态。
