- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.15.1-3.15.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克利托丰在运河对岸亲眼目睹盗匪将琉喀珀当作牺牲残忍杀害并分食内脏,巨大的打击令他如遭雷击般彻底惊呆。
Τῇ δ’ ὑστεραίᾳ πρὸς τὴν διάβασιν παρεσκευάζετο καὶ ἐπεχείρει τὴν διώρυχα χῶσαι, ἥτις ἦν ἐμποδών. Καὶ γὰρ ἑωρῶμεν τοὺς λῃστὰς μετὰ πλείστης δυνάμεως ἐπὶ θάτερα τῆς διώρυχος ἑστῶτας ἐν τοῖς ὅπλοις· βωμὸς δέ τις αὐτοῖς αὐτοσχέδιος ἦν πηλοῦ πεποιημένος καὶ σορὸς τοῦ βωμοῦ πλησίον.
翌日,将领整备渡河,并试图填平那条挡住去路的运河。因为我们看见盗匪们倾巢而出,全副武装站在运河对岸;他们那里有一座用泥土搭成的简陋祭坛,祭坛旁还放着一口棺椁。
Ἄγουσι δή τινες δύο τὴν κόρην ὀπίσω τὼ χεῖρε δεδεμένην.1 Καὶ αὐτοὺς μὲν οἵτινες ἦσαν οὐκ εἶδον, ἦσαν γὰρ ὡπλισμένοι, τὴν δὲ κόρην Λευκίππην οὖσαν ἐγνώρισα.
随即,两个人押着一个双手被绑在背后的少女走上前来。因为那些人披挂着重甲,我看不清他们是谁,但我认出那少女正是琉喀珀。
Εἶτα κατὰ τῆς κεφαλῆς σπονδὴν καταχέαντες, περιάγουσι τὸν βωμὸν κύκλῳ καὶ ἐπηύλει τις αὐτῇ, καὶ ὁ ἱερεύς, ὡς εἰκός, ᾖδεν ᾠδὴν Αἰγυπτίαν· τὸ γὰρ σχῆμα τοῦ στόματος καὶ τῶν προσώπων τὸ διειλκυσμένον ὑπέφαινεν ᾠδήν.
接着,他们把奠酒浇在她的头上,引着她绕祭坛走了一圈。有人为她吹起长笛,而祭司大概在唱着一首埃及的歌——因为他口部的动作以及脸上绷紧的神情,都表明他正在歌唱。
Εἶτα ἀπὸ συνθήματος πάντες ἀναχωροῦσι τοῦ βωμοῦ μακράν, τῶν δὲ νεανίσκων ὁ ἕτερος ἀνακλίνας αὐτὴν ὑπτίαν ἔδησεν ἐκ παττάλων ἐπὶ τῆς γῆς ἐρηρεισμένων, οἷον ποιοῦσιν οἱ κοροπλάθοι τὸν Μαρσύαν ἐκ τοῦ φυτοῦ δεδεμένον·2 εἶτα λαβὼν ξίφος βάπτει κατὰ τῆς καρδίας καὶ διελκύσας τὸ ξίφος εἰς τὴν κάτω γαστέρα ῥήγνυσι· τὰ σπλάγχνα δὲ εὐθὺς ἐξεπήδησεν, ἃ ταῖς χερσὶν ἐξελκύσαντες ἐπιτιθέασι τῷ βωμῷ· καὶ ἐπεὶ ὠπτήθη, κατατεμόντες ἅπαντες εἰς μοίρας ἔφαγον. Ταῦτα δὲ ὁρῶντες οἱ στρατιῶται καὶ ὁ στρατηγὸς καθ’ ἓν τῶν πραττομένων ἀνεβόων καὶ τὰς ὄψεις ἀπέστρεφον τῆς θέας, ἐγὼ δὲ ἐκ παραλόγου καθήμενος ἐθεώρουν.
随后,一声令下,众人皆退离祭坛很远;两名青年中的一人将她仰面按倒,绑在打入地里的木桩上,正如泥塑艺人塑造被绑在树上的玛耳叙阿斯一般;接着他拔出剑,刺向她的心脏,又顺势向下剖切,割裂了她的下腹;脏腑随即涌出,他们用手扯出内脏摆在祭坛上;烤熟之后,众人便切成小块分食了。兵士们和将领见此惨状,对眼前发生的每一幕都发出惊呼,并把目光从这景象上移开;我却不可思议地坐在那里呆呆凝视着。
Τὸ δὲ ἦν ἔκπληξις· μέτρον γὰρ οὐκ ἔχον τὸ κακὸν ἐνεβρόντησέ με. Καὶ τάχα ὁ τῆς Νιόβης μῦθος οὐκ ἦν ψευδής, ἀλλὰ κἀκείνη τι τοιοῦτον παθοῦσα ἐπὶ τῇ τῶν παίδων ἀπωλείᾳ δόξαν παρέσχεν ἐκ τῆς ἀκινησίας ὡσεὶ λίθος γενομένη.3
这乃是极度的惊骇;因为无可估量的灾难犹如雷霆般将我击懵了。或许尼俄伯的神话并非虚妄,她也是在丧子之痛中遭遇了类似的情境,由于僵立不动,才给人以仿佛化作顽石的印象。
Ἐπεὶ δὲ τέλος εἶχεν, ὥς γε ᾤμην, τὸ ἔργον, τὸ σῶμα ἐνθέντες τῇ σορῷ καταλείπουσι, πῶμα ἐπ’ αὐτῆς ἐπιθέντες, τὸν δὲ βωμὸν καταστρέψαντες φεύγουσιν ἀμεταστρεπτί. Οὕτω γὰρ αὐτοῖς ποιεῖν ἔτυχε μεμαντευμένος ὁ ἱερεύς.
当这场暴行结束时——至少我当时是这样认为的——他们把遗体放入棺中,盖上棺盖,留在原地,随后推倒祭坛,头也不回地逃遁而去。因为祭司恰巧曾传下神谕,吩咐他们如此行事。
- 3.15.2ὀπίσω τὼ χεῖρε δεδεμένην
关系宾格(或被动分词所带的部位宾格)用法。双数宾格 τὼ χεῖρε(两手)修饰被动分词 δεδεμένην(被绑),整体修饰女主角 τὴν κόρην,表示两手被束缚在背后的状态。
- 3.15.4οἷον ποιοῦσιν οἱ κοροπλάθοι τὸν Μαρσύαν ἐκ τοῦ φυτοῦ δεδεμένον
动词 ποιέω 在此取“塑造/描摹”之意,后接宾格 τὸν Μαρσύαν 以及作定语/表语的被动分词 δεδεμένον,构成“正如泥塑手艺人塑造被绑在树上的玛耳叙阿斯那般”的比较结构。
- 3.15.6δόξαν παρέσχεν ἐκ τῆς ἀκινησίας ὡσεὶ λίθος γενομένη
主格分词 γενομένη 与该句的主语 κἀκείνη 保持一致,并受比较虚词 ὡσεί(仿佛、宛如)修饰,意为“因僵立不动,而给人以仿佛化为了石头的印象”。
