- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.14.1-3.14.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
将领审询获救的俘虏;克利托丰展现娴熟马术博得赏识,获邀共餐并陈述自己的经历,使将领为之动容落泪。
Ἦν δὲ περὶ δείλην ὁ καιρός· καὶ ὁ στρατηγὸς διαλαβὼν ἡμῶν ἕκαστον1 ἐπυνθάνετο τίνες εἴημεν καὶ πῶς ληφθείημεν· διηγεῖτο δὲ ἄλλος ἄλλο τι, κἀγὼ τἀμὰ εἶπον. Ἐπεὶ οὖν ἅπαντα ἔμαθεν, ἐκέλευσεν ἀκολουθεῖν, αὐτὸς δὲ ὅπλα δώσειν ὑπέσχετο· διεγνώκει γὰρ ἀναμείνας στρατιὰν ἐπελθεῖν τῷ μεγάλῳ λῃστηρίῳ· ἐλέγοντο δὲ ἀμφὶ τοὺς μυρίους εἶναι.
时值黄昏;将领把我们逐一单独唤来,盘问我们是何人、如何被俘。其他人各自叙述了不同的经过,我也陈述了自己的事。当他了解了一切之后,便命令我们随行,并许诺会亲自提供武器;因为他已决意等候大军到来,便去进剿那支庞大的盗匪集团——据说他们约有一万人。
Ἐγὼ δὲ ἵππον ᾔτουν, σφόδρα γὰρ ἤμην ἱππεύειν γεγυμνασμένος. Ὡς δέ τις παρῆν, περιάγων τὸν ἵππον ἐπεδεικνύμην ἐν ῥυθμῷ τὰ τῶν πολεμούντων σχήματα, ὥστε καὶ τὸν στρατηγὸν σφόδρα ἐπαινέσαι. Ποιεῖται δή με ἐκείνην τὴν ἡμέραν ὁμοτράπεζον καὶ παρὰ τὸ δεῖπνον ἐπυνθάνετο τἀμὰ καὶ ἀκούων ἠλέει.
而我则请求得到一匹马,因为我在马术上受过极为扎实的训练。当马被牵来时,我骑着马绕圈奔驰,合乎节拍地展示了战士们的各种战阵身法,以致将领赞不绝口。于是那一天他便让我同席共餐,在席间探问我的身世遭遇,倾听之时对我大加怜悯。
Συμπαθὴς δέ πως ἄνθρωπος ἀκροατὴς ἀλλοτρίων κακῶν, καὶ ὁ ἔλεος πολλάκις φιλίαν προξενεῖ· ἡ γὰρ ψυχὴ μαλαχθεῖσα πρὸς τὴν ὧν ἤκουσε λύπην, συνδιατεθεῖσα κατὰ μικρὸν τῇ τοῦ πάθους ἀκροάσει τὸν οἶκτον εἰς φιλίαν καὶ τὴν λύπην εἰς ἔλεον συλλέγει.2
人对于倾听他人的灾祸不知怎的总是容易怀有同情,而怜悯常常催生友谊;因为心灵在听闻的痛苦面前被软化,随着倾听苦难而渐渐产生情感共鸣,便把同情汇聚为友谊,把悲痛融聚为怜悯。
Οὕτως οὖν διέθηκα τὸν στρατηγὸν ἐκ τῆς ἀκροάσεως, ὡς καὶ αὐτὸν εἰς δάκρυα προαγαγεῖν· πλέον δὲ ποιεῖν εἴχομεν οὐδέν,3 τῆς Λευκίππης ὑπὸ τῶν λῃστῶν ἐχομένης. Ἔδωκε δέ μοι καὶ θεράποντα τὸν ἐπιμελησόμενον Αἰγύπτιον.
于是我藉着诉说这般打动了将领,以至引得他也流下了眼泪;然而,由于琉喀珀仍被盗匪扣留,我们无能为力再多做什么。将领还分派给我一名埃及仆人来照料我。
- 3.14.1διαλαβὼν ἡμῶν ἕκαστον
动词 διαλαμβάνω 在上一段落中意为“夹在中间”,在此处则作“单独挑出/分别唤来”解。后接的间接疑问句及 ἄλλος ἄλλο τι 说明将领是将俘虏逐一单独提审盘问。
- 3.14.3ἡ γὰρ ψυχὴ μαλαχθεῖσα πρὸς τὴν ὧν ἤκουσε λύπην, συνδιατεθεῖσα κατὰ μικρὸν τῇ τοῦ πάθους ἀκροάσει τὸν οἶκτον εἰς φιλίαν καὶ τὴν λύπην εἰς ἔλεον συλλέγει.
主句主语为 ἡ ψυχή,主动词为 συλλέγει。两个阴性单数主格分词 μαλαχθεῖσα 与 συνδιατεθεῖσα 修饰主语,描绘情感演变的过程。ὧν ἤκουσε 属于关系代词吸引现象(省略了先行词 τούτων,关系代词 ἃ 被吸引为属格 ὧν)。宾语 τὸν οἶκτον 和 τὴν λύπην 分别配以介词短语 εἰς φιλίαν 和 εἰς ἔλεον,展现了将同情汇聚为友谊、将悲痛升华为怜悯的心理转化。
- 3.14.4πλέον δὲ ποιεῖν εἴχομεν οὐδέν
动词 ἔχω 接不定式 ποιεῖν 表示可能性或能力(相当于 οὐδὲν πλέον ποιεῖν ἐδυνάμεθα,“能够做”)。中性单数宾格 πλέον 作为不定式 ποιεῖν 的宾语,与否定词 οὐδέν 呼应,意为“我们不能再多做任何事情”或“无能为力再多做什么”。
