- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.13.1-3.13.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一支重装步兵方阵现身并与盗匪展开交锋,盗匪投掷巨坚土块抗击,却被官兵严密的盾阵及轻装投枪手压制。俘虏们趁机突破匪阵投奔官兵并获救,随后赶来的骑兵将残匪合围歼灭。
Καὶ ἐπεὶ δύο σταδίους τῆς κώμης προήλθομεν, ἀλαλαγμὸς ἀκούεται πολὺς καὶ σάλπιγγος ἦχος καὶ ἐπιφαίνεται φάλαγξ στρατιωτική, πάντες ὁπλῖται. Οἱ δὲ λῃσταὶ κατιδόντες, ἡμᾶς μέσους διαλαβόντες ἔμενον ἐπιόντας, ὡς αὐτοὺς ἀμυνούμενοι.1
当我们从村庄前行了两斯塔德时,传来一阵巨大的喊杀声和号角声,一支士兵的方阵显现出来,全是重装步兵。盗匪们望见之后,便把我们夹在队伍中间,等待着冲杀过来的敌人,打算将他们击退。
Καὶ μετ̓ οὐ πολὺ παρῆσαν πεντήκοντα τὸν ἀριθμόν, οἱ μὲν ποδήρεις ἔχοντες τὰς ἀσπίδας, οἱ δὲ πέλτας· οἱ δὲ λῃσταὶ πολλῷ πλείους ὄντες, βώλους ἀπὸ τῆς γῆς λαμβάνοντες τοὺς στρατιώτας ἔβαλλον.
不久,敌兵来到跟前,人数约有五十,有的持着垂及脚面的长盾,有的则执轻盾。盗匪们人数要多得多,便从地上抓起土块掷向士兵。
Παντὸς δὲ βώλου χαλεπώτερος βῶλος Αἰγύπτιος, βαρύς τε καὶ τραχὺς καὶ ἀνώμαλος· τὸ δ’ ἀνώμαλόν εἰσιν αἰχμαὶ τῶν λίθων· ὥστε βληθεὶς διπλοῦν ποιεῖ ἐν ταὐτῷ τὸ τραῦμα, καὶ οἴδημα ὡς ἀπὸ λίθου, καὶ τομὰς ὡς ἀπὸ βέλους. Ἀλλὰ ταῖς γε ἀσπίσιν ἐκδεχόμενοι τοὺς λίθους ὀλίγον τῶν βαλλόντων ἐφρόντιζον. Ἐπεὶ οὖν ἔκαμον οἱ λῃσταὶ βάλλοντες, ἀνοίγουσι μὲν οἱ στρατιῶται τὴν φάλαγγα, ἐκθέουσι δὲ ἀπὸ τῶν ὅπλων ἄνδρες κούφως ἐσταλμένοι, φέρων αἰχμὴν ἕκαστος καὶ ξίφος,2 καὶ ἀκοντίζουσιν ἅμα, καὶ οὐδεὶς ἦν ὃς οὐκ ἐπέτυχεν.
埃及的土块比任何土块都要难缠,沉重、粗糙且带有棱角;所谓棱角,便是其中夹带的碎石尖刃。因此击中时会在同一瞬间造成双重创伤:既有如石击般的肿胀,又有如飞矢般的割伤。然而士兵们用盾牌挡接石块,几乎不把投掷者放在眼里。当盗匪们投掷得筋疲力竭之时,士兵们便敞开方阵,从重装行列中冲出轻装的士卒,每人持矛佩剑,同时掷出标枪,竟无一人不中。
Εἶτα οἱ ὁπλῖται προσέρρεον· καὶ ἦν ἡ μάχη στερρά, πληγαὶ δὲ παῤ ἀμφοτέρων καὶ τραύματα καὶ σφαγαί. Καὶ τὸ μὲν ἔμπειρον παρὰ τοῖς στρατιώταις ἀνεπλήρου τοῦ πλήθους τὸ ἐνδεές·3 ἡμεῖς δὲ ὅσοι τῶν αἰχμαλώτων ἦμεν, ἐπιτηρήσαντες τὸ πονοῦν τῶν λῃστῶν μέρος, ἅμα συνελθόντες διακόπτομέν τε αὐτῶν τὴν φάλαγγα καὶ ἐπὶ τοὺς ἐναντίους ἐκτρέχομεν.
接着重装步兵汹涌而上;战斗异常激烈,双方互相打击,伤亡枕藉。士兵们的训练有素弥补了人数上的不足。至于我们这些俘虏,觑准了盗匪陷入苦战的空当,便一同聚拢,冲破他们的阵线,奔向与他们交战的敌阵。
Οἱ δὲ στρατιῶται τὸ μὲν πρῶτον ἐπεχείρουν ἀναιρεῖν, οὐκ εἰδότες, ὡς δὲ εἶδον γυμνοὺς καὶ δεσμὰ ἔχοντας, ὑπονοήσαντες τὴν ἀλήθειαν δέχονται τῶν ὅπλων εἴσω4 καὶ ἐπ̓ οὐρὰν παραπέμψαντες εἴων ἡσυχάζειν.
士兵们一开始不知内情,本打算杀死我们;但见我们衣不蔽体且身受捆绑,察觉到了实情,便将我们收容进重盾之内,打发到后方,让我们安静待着。
Ἐν τούτῳ δὲ καὶ ἱππεῖς προσέρρεον, καὶ ἐπεὶ πλησίον ἐγένοντο, κατὰ κέρας ἑκάτερον ἐκτείναντες τὴν φάλαγγα περιίππευον αὐτοὺς κύκλῳ, κἀν τούτῳ συναγαγόντες αὐτοὺς εἰς ὀλίγον κατεφόνευον. Καὶ οἱ μὲν ἔκειντο τεθνηκότες, οἱ δὲ καὶ ἡμιθνῆτες ἐμάχοντο· τοὺς δὲ λοιποὺς ἐζώγρησαν.
与此同时,骑兵也奔涌而至;逼近之后,他们在两翼展开方阵,策马将盗匪团团围住,以此将他们压缩在狭小之处加以歼灭。盗匪有的倒地身亡,有的虽气息奄奄仍竭力拼杀;其余的人则被生擒活捉。
- 3.13.1ὡς αὐτοὺς ἀμυνούμενοι
连词 ὡς 与将来时分词 ἀμυνούμενοι 连用,表达主语(盗匪们)的主观意图或目的(“打算将他们击退”)。
- 3.13.4φέρων αἰχμὴν ἕκαστος καὶ ξίφος
单数代词 ἕκαστος(各自)作为整体与部分同位语(schema καθʼ ὅλον καὶ μέρος),同位指代前文的复数主语 ἄνδρες κούφως ἐσταλμένοι(轻装之人);分词 φέρων 亦随之与 ἕκαστος 在性、数、格上保持一致(单数主格)。
- 3.13.5τὸ μὲν ἔμπειρον παρὰ τοῖς στρατιώταις ἀνεπλήρου τοῦ πλήθους τὸ ἐνδεές
中性单数形容词带定冠词的名词化形式 τὸ ἔμπειρον(经验、训练有素)作主语,同样名词化的 τὸ ἐνδεές(不足、缺乏)作动词 ἀνεπλήρου 的直接宾语;属格 τοῦ πλήθους 依附于 τὸ ἐνδεές,表“人数的不足”。
- 3.13.6τῶν ὅπλων εἴσω
副词 εἴσω(在……之内、向……之内)作为不适当前置词支配属格 τῶν ὅπλων,此处意为“迎入重甲/盾牌的防线之内”。
