- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:3.11.1-3.11.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克雷托丰阐述了人在极度痛苦中泪水干涸并倒流回灵魂的生理机制;当他询问沉默的琉喀珀为何不语时,她回答说自己的声音已先于生命而死。
Ταῦτα μὲν οὖν ἐθρήνουν ἡσυχῆ, κλάειν δὲ οὐκ ἠδυνάμην· τοῦτο γὰρ ἴδιον τῶν ὀφθαλμῶν ἐν τοῖς μεγάλοις κακοῖς. Ἐν μὲν γὰρ ταῖς μετρίαις συμφοραῖς ἀφθόνως τὰ δάκρυα καταρρεῖ καὶ ἔστι τοῖς πάσχουσιν εἰς τοὺς κολάζοντας ἱκετηρία καὶ τοὺς ἀλγοῦντας ὥσπερ οἰδοῦντος τραύματος ἐκένωσεν·1 ἐν δὲ τοῖς ὑπερβάλλουσι δεινοῖς φεύγει τὰ δάκρυα καὶ προδίδωσι τοὺς ὀφθαλμούς.
于是,我这般悄然地哀叹着,却无法流出泪来;因为在巨大的灾祸中,这本是眼睛的特性。在适度的厄运中,眼泪会丰沛地流淌,对于受难者而言,它是向施罚者的恳求,并如排空肿胀的伤口一般纾解痛苦之人的重负;但在灭顶的险境中,眼泪便遁逃而去,背叛了双眼。
Ἐντυχοῦσα γὰρ αὐτοῖς ἀναβαίνουσιν ἡ λύπη ἵστησί τε τὴν ἀκμὴν καὶ μετοχετεύει καταφέρουσα σὺν αὑτῇ κάτω· τὰ δὲ ἐκτρεπόμενα τῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ὁδοῦ εἰς τὴν ψυχὴν καταρρεῖ καὶ χαλεπώτερον αὐτῆς ποιεῖ τὸ τραῦμα. Λέγω οὖν πρὸς τὴν Λευκίππην πάντα σιγῶσαν “τί σιγᾷς, φιλτάτη, καὶ οὐδέν μοι λαλεῖς;” “Ὅτι μοι” ἔφη “πρὸ τῆς ψυχῆς,2 Κλειτοφῶν, τέθνηκεν ἡ φωνή.”
因为悲伤一旦迎上那正往上涌起的泪水,便遏止其势头,裹挟着它一同向下分流;而偏离了通往眼睛之路的泪水,便倾泻入灵魂深处,使灵魂的创伤更为严重。于是,我向完全沉默不语的琉喀珀说道:“至爱的人啊,你为何沉默,什么话也不对我说呢?”“因为,”她说道,“克雷托丰,我的声音赶在我的性命之前,已经死去了。”
- 3.11.1ὥσπερ οἰδοῦντος τραύματος ἐκένωσεν
动词 ἐκένωσεν 是格言不定过去时(gnomic aorist),与前面的现在时动词 καταρρεῖ 和 ἔστι 并列,表示普遍规律或常态。οἰδοῦντος τραύματος 是由动词 κενόω 支配的分离属格(“如同排空肿胀的伤口一样”),宾格 τοὺς ἀλγοῦντας 为其直接宾语。
- 3.11.2πρὸ τῆς ψυχῆς
介词 πρό 在此处表示时间上的先后(“先于”),而非空间关系。此外 ψυχή 不仅指“灵魂”,更借代为肉体的“生命”,形象地表达出在肉体生命终结之前,发声的能力便已然死灭的绝望状态。
