← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.36.1-2.36.4

墨涅拉俄斯论短暂之美与天界之美

墨涅拉俄斯反驳称短暂的美才能带来更强烈的快感,并将美分为属天与属地两种;他举出少年伽倪墨得斯因容貌而被接入天界,而受到宙斯宠爱的凡间女子却皆遭不幸作为对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.36.1

Καὶ ὁ Μενέλαος “ἀγνοεῖς, ὦ Κλειτοφῶν” ἔφη “τὸ κεφάλαιον τῆς ἡδονῆς. Ποθεινὸν γὰρ ἀεὶ τὸ ἀκόρεστον. Τὸ μὲν γὰρ εἰς χρῆσιν1 χρονιώτερον τῷ κόρῳ μαραίνει τὸ τερπνόν, τὸ δὲ ἁρπαζόμενον καινόν ἐστιν ἀεὶ καὶ μᾶλλον ἀνθεῖ· οὐ γὰρ γεγηρακυῖαν ἔχει τὴν ἡδονήν, καὶ ὅσον ἐλαττοῦται τῷ χρόνῳ, τοσοῦτον εἰς μέγεθος ἐκτείνεται πόθῳ. Καὶ τὸ ῥόδον διὰ τοῦτο τῶν ἄλλων εὐμορφότερόν ἐστι φυτῶν, ὅτι τὸ κάλλος αὐτοῦ φεύγει ταχύ. Δύο γὰρ ἐγὼ νομίζω κατ’ ἀνθρώπους κάλλη πλανᾶσθαι, τὸ μὲν οὐράνιον, τὸ δὲ πάνδημον.

墨涅拉俄斯说道:“克莱托丰,你并不懂得快感的核心真谛。凡不可饱足之物,总是令人神往。因为在享用中持续过久的事物,会因厌饫而使欢愉枯萎;反之,那被夺走的事物却始终新鲜,更加绚烂盛开。它绝不会拥有衰老的快感,并且它在时间中减少了多少,便在渴念中成倍地扩展放大。玫瑰之所以比其他植物更为艳丽,正因其美貌迅速凋逝。依我看,在凡人世间游荡的容美有两种:一种是属天的,一种是平庸属地的。

§2.36.3

Ἀλλὰ τὸ μὲν οὐράνιον ἄχθεται θνητῷ σκήνει δεδεμένον2 καὶ ζητεῖ πρὸς οὐρανὸν ταχὺ φεύγειν· τὸ δὲ πάνδημον ἔρριπται κάτω καὶ ἐγχρονίζει περὶ τοῖς σώμασιν. Εἰ δὲ καὶ ποιητὴν δεῖ λαβεῖν μάρτυρα τῆς οὐρανίας τοῦ κάλλους ἀνόδου, ἄκουσον Ὁμήρου λέγοντος τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν3 κάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείη.

属天的美厌恶被束缚于凡人的躯壳,一心寻求迅速逃归苍穹;而属地的平庸之美却被抛掷于下,长久盘桓于肉体周遭。倘若还须引诗人作证,来证明容美向天界的飞升,且听荷马所言:‘诸神因其绝世容美而将他掳走,教他为宙斯斟酒,使他得与不死的神明共享同座。’

§2.36.4

Οὐδεμία δὲ ἀνέβη ποτὲ εἰς οὐρανὸν διὰ κάλλος γυνή. Καὶ γὰρ γυναιξὶ κεκοινώνηκεν ὁ Ζεύς. Ἀλλ’ Ἀλκμήνην μὲν ἔχει πένθος καὶ φυγή, Δανάην δὲ λάρναξ καὶ θάλασσα, Σεμέλη δὲ πυρὸς γέγονε τροφή· ἂν δὲ μειρακίου Φρυγὸς ἐρασθῇ, τὸν οὐρανὸν αὐτῷ δίδωσιν, ἵνα καὶ συνοικῇ καὶ οἰνοχόον ἔχῃ τοῦ νέκταρος· ἡ δὲ πρότερον διάκονος τῆς τιμῆς ἐξέωσται·4 ἦν γάρ, οἶμαι, γυνή.”

然而,绝无女子曾因容貌而升入苍穹。不错,宙斯也曾与凡间女子交合,但迎向阿尔克墨涅的是悲痛与流亡,等待达那厄的是木箱与沧海,塞墨勒则沦为烈火的祭品;可他若是爱上一个弗里吉亚少年,便将整个天空赐予他,既与他长相厮守,又让他作甘露的斟酒侍从;而先前的女侍者反从这一尊位上被驱逐——依我看,只因她是个女人罢了。”

语法注4 条
  1. 2.36.1εἰς χρῆσιν

    介词短语 εἰς χρῆσιν 表示范围或方面(“在享用/使用方面”),修饰形容词比较级 χρονιώτερον,整句指“在享用中持续更久的事物”。

  2. 2.36.3ἄχθεται θνητῷ σκήνει δεδεμένον

    分词 δεδεμένον 作表心理情感的动词 ἄχθεται 的补充主语分词,意为“嫌恶被束缚于……”。θνητῷ σκήνει 为手段或关联与格,借用柏拉图式的“躯壳/帐篷”比喻凡人肉体。

  3. 2.36.3τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν

    引自《伊利亚特》第20卷234–235行。关系代词 τὸν 指伽倪墨得斯,不定式 οἰνοχοεύειν 附于动词 ἀνηρείψαντο,表目的(“带走以奉酒”);其后的 ἵν’ ἀθανάτοισι μετείη 为使用祈愿语气(μετείη < μέτειμι)的目的从句(“得以列位于不死诸神之中”)。

  4. 2.36.4ἡ δὲ πρότερον διάκονος τῆς τιμῆς ἐξέωσται

    暗指此前担任斟酒侍从的赫柏女神。属格 τῆς τιμῆς 为受动词 ἐξέωσται 支配的分离属格(“从这一尊位上被驱逐”)。完成时被动态 ἐξέωσται 表示“已被驱逐并维持该状态”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.36.1-2.36.4