- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.37.1-2.37.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱托丰反驳墨涅拉俄斯,引用神话证明女性之美足以将宙斯从天上拉入凡间,并细致描摹了男女欢交中女性温存的吻与极乐体验远胜少年之处。
Ὑπολαβὼν οὖν ἐγὼ “καὶ μὴν οὐράνιον” ἔφην “ἔοικε μᾶλλον εἶναι τὸ τῶν γυναικῶν κάλλος, ὅσον μὴ ταχὺ φθείρεται.1 Ἐγγὺς γὰρ τοῦ θείου τὸ ἄφθαρτον, τὸ δὲ κινούμενον ἐν φθορᾷ θνητὴν φύσιν μιμούμενον οὐκ οὐράνιόν ἐστιν ἀλλὰ πάνδημον.
于是我接过话头说:“然而,女子的美貌倒似乎更属于天上,只要它不迅速凋零。因为不朽之物靠近神性,而在朽坏中变动、摹仿必死天性的事物,绝非属天,而是庸俗平庸的。
Ἠράσθη μειρακίου Φρυγός, ἀνήγαγεν εἰς οὐρανὸν τὸν Φρύγα· τὸ δὲ κάλλος τῶν γυναικῶν αὐτὸν τὸν Δία κατήγαγεν ἐξ οὐρανοῦ. Διὰ γυναῖκά ποτε Ζεὺς ἐμυκήσατο, διὰ γυναῖκά ποτε Σάτυρον ὠρχήσατο,2 καὶ χρυσὸν πεποίηκεν ἑαυτὸν ἄλλῃ γυναικί.
宙斯爱上了一个弗里吉亚少年,便将那弗里吉亚人带上苍穹;然而女子的美貌却将宙斯自己从天上拉了下来。宙斯曾为了一名女子发出哞叫,曾为了一名女子跳起萨堤洛斯之舞,又为另一名女子将自己化作黄金。
Οἰνοχοείτω μὲν Γανυμήδης, μετὰ δὲ τῶν θεῶν Ἥβη πινέτω, ἵνα ἔχῃ μειράκιον διάκονον γυνή. Ἐλεῶ δὲ αὐτοῦ τὴν ἁρπαγήν. Ὄρνις ἐπ’ αὐτὸν κατέβη ὠμηστής, ὁ δὲ ἀνάρπαστος γενόμενος ὑβρίζεται καὶ ἔοικεν ἐσταυρουμένῳ· καὶ τὸ θέαμά ἐστιν αἴσχιστον, μειράκιον ἐξ ὀνύχων κρεμάμενον.
就让伽倪墨得斯去斟酒,而让赫柏与诸神同饮吧,好使女子能有一个少年作为仆役侍奉。但我却怜悯他的被掠夺:一只食生肉的猛禽向他扑下,他被凌空掠走,受尽羞辱,宛如被钉在十字架上的人;那情景真是奇耻大辱——一个少年被利爪悬空抓吊着。
Σεμέλην δὲ εἰς οὐρανὸν ἀνήγαγεν οὐκ ὄρνις ὠμηστής, ἀλλὰ πῦρ· καὶ μὴ θαυμάσῃς εἰ διὰ πυρός τις ἀναβαίνει εἰς οὐρανόν· οὕτως ἀνέβη Ἡρακλῆς. Εἰ δὲ Δανάης τὴν λάρνακα γελᾷς, πῶς τὸν Περσέα σιωπᾷς; Ἀλκμήνῃ δὲ τοῦτο μόνον δῶρον ἀρκεῖ, ὅτι δι’ αὐτὴν ἔκλεψεν ὁ Ζεὺς τρεῖς ὅλους ἡλίους.
至于塞墨勒,带她升天的不是食肉猛禽,而是烈火;你也莫要惊讶有人会穿过烈火升入天界:赫拉克勒斯便是如此升天的。如果你嘲笑达那厄的木箱,为何对珀耳修斯绝口不提?对阿尔克墨涅而言,仅此一件赠礼便已足够:宙斯为了她竟然偷走了整整三个日头。
Εἰ δὲ δεῖ μεθέντα τὰς μυθολογίας αὐτὴν εἰπεῖν τὴν ἐν τοῖς ἔργοις ἡδονήν, ἐγὼ μὲν πρωτόπειρος ὢν εἰς γυναῖκας, ὅσον ὁμιλῆσαι3 ταῖς εἰς Ἀφροδίτην πωλουμέναις· ἄλλος γὰρ ἂν ἴσως εἰπεῖν τι καὶ πλέον ἔχοι μεμυημένος· εἰρήσεται δέ μοι, κἂν μετρίως ἔχω πείρας.
若必须撇开神话,来谈论具体交欢之举中的快感——虽说我对女人还只是初尝滋味,仅与那些为阿佛洛狄忒之事出卖肉体之人有所往来(也许某个真正深谙此道之人还能说出更多来);然而纵使我的经验平平,我亦要一吐为快。
Γυναικὶ μὲν οὖν ὑγρὸν μὲν τὸ σῶμα ἐν ταῖς συμπλοκαῖς, μαλθακὰ δὲ τὰ χείλη πρὸς τὰ φιλήματα. Καὶ διὰ τοῦτο μὲν ἔχει τὸ σῶμα ἐν τοῖς ἀγκαλίσμασιν, ἐν δὲ ταῖς σαρξὶν ὅλως ἐνηρμοσμένον, καί πως ἐγκείμενον περιβάλλει τὴν ἡδονήν.
在女子身上,交合时身体是温润柔软的,嘴唇对于接吻更是柔嫩。正因如此,她在拥抱中容纳着身躯,完全契合于肌骨血肉之中,以紧贴之势包裹住无尽的欢愉。
Ἐνστίζει δὲ τοῖς χείλεσιν ὥσπερ σφραγῖδας τὰ φιλήματα, φιλεῖ δὲ τέχνῃ καὶ σκευάζει τὸ φίλημα γλυκύτερον. Οὐ γὰρ μόνον ἐθέλει φιλεῖν τοῖς χείλεσιν, ἀλλὰ καὶ τοῖς ὀδοῦσι συμβάλλεται καὶ περὶ τὸ τοῦ φιλοῦντος στόμα βόσκεται καὶ δάκνει τὰ φιλήματα.
她把吻如印章般拓印在双唇上,以技艺施吻,将吻调弄得更加甘醇甜美。因为她不仅愿用双唇去吻,更以皓齿相凑,在亲吻者的嘴唇周围盘桓品尝,细细咬啮那些吻。
Ἐν δὲ τῇ τῆς Ἀφροδίτης ἀκμῇ οἰστρεῖ μὲν ὑφ’ ἡδονῆς, περικέχηνε δὲ φιλοῦσα καὶ μαίνεται· αἱ δὲ γλῶτται τοῦτον τὸν χρόνον φοιτῶσιν ἀλλήλαις εἰς ὁμιλίαν καὶ ὡς δύνανται βιάζονται κἀκεῖναι φιλεῖν· σὺ δὲ μείζονα ποιεῖς τὴν ἡδονὴν ἀνοίγων τὰ φιλήματα.
而在情欲的高潮中,她因快感而如痴如狂,在接吻中张开双唇、神魂颠倒;此时此刻,双舌往来交汇相通,甚至连舌头也竭尽全力去亲吻;而你分开那些深吻,使欢愉愈发盛大。
Πρὸς δὲ τὸ τέρμα τῆς Ἀφροδίτης ἡ γυνὴ γινομένη πέφυκεν ἀσθμαίνειν ὑπὸ καυματώδους ἡδονῆς, τὸ δὲ ἄσθμα σὺν πνεύματι ἐρωτικῷ μέχρι τῶν τοῦ στόματος χειλέων ἀναθορὸν συντυγχάνει πλανωμένῳ τῷ φιλήματι καὶ ζητοῦντι καταβῆναι κάτω· ἀναστρέφον δὲ σὺν τῷ ἄσθματι τὸ φίλημα καὶ μιχθὲν ἕπεται καὶ βάλλει τὴν καρδίαν· ἡ δὲ ταραχθεῖσα τῷ φιλήματι πάλλεται. Εἰ δὲ μὴ τοῖς σπλάγχνοις ἦν δεδεμένη, ἠκολούθησεν ἂν ἑλκυσθεῖσα ἄνω τοῖς φιλήμασι. Παίδων δὲ φιλήματα μὲν ἀπαίδευτα, περιπλοκαὶ δ’ ἀμαθεῖς, Ἀφροδίτη δὲ ἀργή, ἡδονῆς δ’ οὐδέν.”
当女子临近情欲的顶点时,往往会因炽热的快感而喘息连连;那喘息夹带着欲火的气息跃升至嘴角唇边,恰好迎上游移徘徊、正试图向下潜沉的吻;那吻便伴着喘息折转而回,与之交融,随之深入,扣击心扉;而心因这亲吻的撩拨而剧烈悸动。若不是心与脏腑相连,它早已被这些深吻牵扯向上,随之而去了。然而男童的吻未经调教,拥抱生疏无知,情事迟滞呆板,毫无欢愉可言。”
- 2.37.1ὅσον μὴ ταχὺ φθείρεται
中性副词性宾格 ὅσον 在此用作限定和原因引导词(“只要……/在……范围内”)。否定词使用 μή 而非 οὐ,表明此处是对讨论对象本质所作的一般性、条件性限定。
- 2.37.2Σάτυρον ὠρχήσατο
由通常为不及物动词的 ὀρχέομαι(跳舞)支配同族宾格(或结果宾格)Σάτυρον,字面意为“跳起萨堤洛斯之舞”,指宙斯为了引诱安提俄珀而化身并扮演萨堤洛斯的神话典故。
- 2.37.5ὅσον ὁμιλῆσαι
由表示限定的 ὅσον 接不定式 ὁμιλῆσαι,表程度或界限(“仅到与……交际的程度”),用以补充和限定前句 ἐγὼ μὲν πρωτόπειρος ὢν εἰς γυναῖκας(我对女人尚属生疏)中所提经验的局限范围。
