← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.35.1-2.35.5

关于少年之爱与女性之爱的争论

为了排解墨涅拉俄斯和克莱尼亚斯的悲伤,叙述者挑起了关于情爱的话题;墨涅拉俄斯主张少年之爱优于女性之爱,叙述者则反驳称这种爱转瞬即逝、无法令人满足。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.35.1

Ὁρῶν οὖν ἐγὼ τὸν Μενέλαον κατηφῆ πάνυ τῶν ἑαυτοῦ μεμνημένον, τὸν δὲ Κλεινίαν ὑποδακρύοντα μνήμῃ Χαρικλέους, βουλόμενος αὐτοὺς τῆς λύπης ἀπαγαγεῖν, ἐμβάλλω λόγον ἐρωτικῆς ἐχόμενον ψυχαγωγίας·1 καὶ γὰρ οὐδὲ ἡ Λευκίππη παρῆν, ἀλλ’ ἐν μυχῷ ἐκάθευδε τῆς νεώς.

因此,我见墨涅拉俄斯因忆及自身的遭遇而极为沮丧,克莱尼亚斯也因思念卡里克勒斯而暗自垂泪,便想引他们摆脱悲伤,于是抛出了一个带有情爱遣兴意味的话题;因为当时琉喀佩也不在场,而是在船舱深处歇息。

§2.35.2

Λέγω δὴ πρὸς αὐτοὺς ὑπομειδιῶν “ὡς παρὰ πολὺ κρατεῖ μου Κλεινίας· ἐβούλετο γὰρ λέγειν κατὰ γυναικῶν, ὥσπερ εἰώθει. Ῥᾷον δ’ ἂν εἴποι νῦν ἤτοι ὡς κοινωνὸν ἔρωτος εὑρών.2

我于是微笑着对他们说:“克莱尼亚斯真是远远胜过我了!因为他本就想照着以往的习惯,开口数落女人。如今他找到了同道中人,想必更能畅所欲言了吧。

§2.35.3

Οὐκ οἶδα γὰρ πῶς ἐπιχωριάζει νῦν ὁ εἰς τοὺς ἄρρενας ἔρως.” ʽΟὐ γὰρ πολὺ ἄμεινον’ ὁ Μενέλαος ἔφη “τοῦτο ἐκείνου; καὶ γὰρ ἁπλούστεροι παῖδες γυναικῶν, καὶ τὸ κάλλος αὐτοῖς δριμύτερον εἰς ἡδονήν.”3

因为我实在不知道,对男子的爱恋如今怎么会如此盛行。”墨涅拉俄斯说:“难道这种爱不比那种好得多吗?毕竟男童比女人更率真,他们的美貌在带来快感方面也更为锐利。”

§2.35.4

“Πῶς δριμύτερον” ἔφην “εἴγε παρακῦψαν μόνον οἴχεται καὶ οὐκ ἀπολαῦσαι δίδωσι τῷ φιλοῦντι, ἀλλ̓ ἔοικε τῷ τοῦ Ταντάλου πώματι;

“怎么能说更为锐利呢,”我说道,“如果说这美貌只是稍露端倪便消逝无踪,不许恋爱者尽情享受,反而像坦塔罗斯的水饮一样?

§2.35.5

πολλάκις γὰρ ἐν ᾧ πίνεται πέφευγε, καὶ ἀπῆλθεν ὁ ἐραστὴς οὐχ εὑρὼν πιεῖν· τὸ δὲ ἔτι πινόμενον ἁρπάζεται πρὶν ὁ πίνων κορεσθῇ, καὶ οὐκ ἔστιν ἀπὸ παιδὸς ἀπελθεῖν ἐραστὴν ἄλυπον ἔχοντα τὴν ἡδονήν·4 καταλείπει γὰρ ἔτι διψῶντα.”

因为往往正在啜饮之时,它就已逃逸无踪,爱者空手而归,未得一饮;即便尚在饮用之中,也会在饮者饱足之前被夺走,爱者绝不可能从男童那里带着毫无痛苦的快乐离去;因为它仍使他饥渴未消。”

语法注4 条
  1. 2.35.1ἐρωτικῆς ἐχόμενον ψυχαγωγίας

    中动分词 ἐχόμενον 支配属格 ἐρωτικῆς... ψυχαγωγίας,表示“与……相连、涉及……”(即“带有情爱消遣意味的”)。

  2. 2.35.2ὡς κοινωνὸν ἔρωτος εὑρών

    连词 ὡς 与分词 εὑρών 连用,表达主观理由或推测:“仿佛/由于找到了同道中人”。

  3. 2.35.3δριμύτερον εἰς ἡδονήν

    介词短语 εἰς ἡδονήν 限定了比较级形容词 δριμύτερον 的作用范畴或目标,意为“在快感方面更为敏锐/强烈”。

  4. 2.35.5ἄλυπον ἔχοντα τὴν ἡδονήν

    形容词 ἄλυπον 处于谓语位置,修饰宾格名词 τὴν ἡδονήν,构成“拥有不受痛苦折磨的快乐”这一表语性补足语用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.35.1-2.35.5