← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.34.1-2.34.7

墨涅拉俄斯的悔述与各自的身世互诉

墨涅拉俄斯讲述了自己在狩猎中误杀挚爱少年、虽自请死刑却被判流放三年的往事。克莱尼亚斯与克利托丰受其触动,也各自诉说了自身的遭遇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.34.1

Λέγει οὖν ὁ Μενέλαος “τὸ μὲν κεφάλαιον τῆς ἐμῆς ἀποδημίας ἔρως βάσκανος καὶ θήρα δυστυχής. Ἤρων μειρακίου καλοῦ, τὸ δὲ μειράκιον φιλόθηρον ἦν. Ἐπεῖχον τὰ πολλά, κρατεῖν οὐκ ἠδυνάμην· ὡς δ’ οὐκ ἔπειθον, εἱπόμην ἐπὶ τὰς ἄγρας κἀγώ.

墨涅拉俄斯于是开口道:“我离乡远游的主要缘由,乃是一场受人诅咒的爱恋和一次不幸的狩猎。我爱上了一位俊美的少年,而那少年酷爱打猎。我多半在极力劝阻他,却无法管束住他;由于无法说服他,我也只得随他一同前去狩猎。

§2.34.2

Ἐθηρῶμεν οὖν ἱππεύοντες ἄμφω καὶ τὰ πρῶτα εὐτυχοῦμεν, τὰ λεπτὰ διώκοντες τῶν θηρίων. Ἐξαίφνης δὲ σῦς τῆς ὕλης προπηδᾷ, καὶ τὸ μειράκιον ἐδίωκε· καὶ ὁ σῦς ἐπιστρέφει τὴν γένυν καὶ ἀντιπρόσωπος ἐχώρει δρόμῳ, καὶ τὸ μειράκιον οὐκ ἐξετρέπετο, βοῶντος ἐμοῦ καὶ κεκραγότος “ἕλκε τὸν ἵππον, μετένεγκε τὰς ἡνίας, πονηρὸν τὸ θηρίον·” ᾅξας δὲ ὁ σῦς σπουδῇ ἔτρεχεν ὡς ἐπ’ αὐτό.

于是我们两人都骑马打猎,起初倒颇为顺利,追捕着那些弱小的野兽。然而,一只野猪突然从树林中窜出,那少年便策马直追;那野猪扭转颌面,迎面疾驰冲来,少年却不肯避开,尽管我大喊大叫道:‘勒住马,掉转缰绳,这野兽凶险!’但那野猪迅猛跃起,径直向他奔扑过去。

§2.34.4

Καὶ οἱ μὲν συνέπιπτον ἀλλήλοις, ἐμὲ δὲ τρόμος, ὡς εἶδον, λαμβάνει καὶ φοβούμενος μὴ φθάσῃ τὸ θηρίον καὶ πατάξῃ τὸν ἵππον, ἐναγκυλησάμενος τὸ ἀκόντιον, πρὶν ἀκριβῶς καταστοχάσασθαι τοῦ σκοποῦ, πέμπω τὸ βέλος, τὸ δὲ μειράκιον παραθέον ἁρπάζει τὴν βολήν.

正当他们即将相撞之际,我见此情景浑身战栗,害怕那野兽抢先一步撞击马匹,便用投枪套扣好标枪,尚未仔细瞄准目标,就将枪投掷了出去;但那疾驰而过的少年却迎面承受了这一击。

§2.34.5

Τίνα οἴει με τότε ψυχὴν ἔχειν, εἰ καὶ ψυχὴν εἶχον ὅλως; Τὸ δὲ οἰκτρότερον,1 τὰς χεῖρας ὤρεγέ μοι μικρὸν ἔτι ἐμπνέων καὶ περιέβαλλε καὶ ἀποθνήσκων οὐκ ἐμίσει με τὸν πονηρὸν ὁ ὑπ’ ἐμοῦ πεφονευμένος, ἀλλὰ τὴν ψυχὴν ἀφῆκε τῇ φονευσάσῃ περιπλεκόμενος δεξιᾷ.

你以为我当时心绪如何呢,倘若我身上当真还有半点生气的话?而更为凄惨的是,少年尚存一息之际,还向我伸出双手抱住了我;这个被我所杀的人在濒死之际并没有怨恨我这可憎的凶手,反倒紧紧依偎着杀死他的那只右手,断了气息。

§2.34.6

Ἄγουσιν οὖν με ἐπὶ τὸ δικαστήριον οἱ τοῦ μειρακίου γονεῖς οὐκ ἄκοντα· καὶ γὰρ παρελθὼν ἀπελογούμην οὐδέν, θανάτου δὲ ἐτιμώμην ἐμαυτῷ.2 Ἐλεήσαντες οὖν οἱ δικασταὶ προσετίμησάν μοι τριετῆ φυγήν· ἧς νῦν τέλος ἐχούσης, αὖθις ἐπὶ τὴν ἐμαυτοῦ καταίρω.”

因此,少年的父母将我押上法庭,我倒也毫无抗拒;因为出庭之后我没有作任何辩解,反而为自己求处死刑。审判官们心生怜悯,改判了我三年流放;如今刑期将满,我正启程返回自己的故土。”

§2.34.7

Ἐπεδάκρυσεν ὁ Κλεινίας αὐτοῦ λέγοντος Πάτροκλον πρόφασιν,3 ἀναμνησθεὶς Χαρικλέους· καὶ ὁ Μενέλαος “τἀμὰ δακρύεις” ἔφη “ἢ καὶ σέ τι τοιοῦτον ἐξήγαγε;” Στενάξας οὖν ὁ Κλεινίας καταλέγει τὸν Χαρικλέα καὶ τὸν ἵππον, κἀγὼ τἀμαυτοῦ.

在他述说之际,克莱尼亚斯因想起了卡里克勒斯,便借着为帕特罗克洛斯哀悼之由落下了眼泪;墨涅拉俄斯便问:“你是在为我的不幸而哭泣,还是也有类似的遭遇将你逐出故乡?”克莱尼亚斯叹息一声,便讲述了卡里克勒斯与骏马的事,而我也讲述了自己的遭遇。

语法注3 条
  1. 2.34.5Τὸ δὲ οἰκτρότερον

    句首的中性比较级宾格,用作修饰后续整个分句的副词性成分,具有插入语性质,意为“更为凄惨的是”。

  2. 2.34.6θανάτου δὲ ἐτιμώμην ἐμαυτῷ

    在古希腊司法语境中,动词τιμάω的中动形τιμῶμαι指被告人自己对所受刑罚提出提议或估定。此处支配表示刑罚内容的属格θανάτου(死刑)与表示受损对象的与格ἐμαυτῷ,意为“为自己求处死刑”。

  3. 2.34.7Πάτροκλον πρόφασιν

    典出荷马《伊利亚特》卷十九第302行(女俘们借为帕特罗克洛斯哀悼之由,实则哭泣各自的不幸)。此处作副词性/内宾语性质的宾格,意为“以帕特罗克洛斯为借口”,即表面上为墨涅拉俄斯的不幸落泪,实则哀悼自己死去的爱人卡里克勒斯。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.34.1-2.34.7