← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.22.1-2.22.7

战胜狮子却死于蛛网的蚊子寓言

萨提洛斯讲述了一则寓言:一只傲慢的蚊子向狮子发起挑战并将其戏弄击败,最终却落入蛛网丧命,借此打趣对方。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.22.1

“λέγει τοίνυν κώνωψ ἀλαζών ποτε πρὸς τὸν λέοντα “εἶτα κἀμοῦ βασιλεύειν νομίζεις ὡς τῶν ἄλλων θηρίων; ἀλλ’ οὔτ’ ἐμοῦ καλλίων οὔτε ἀλκιμώτερος ἔφυς οὔτε μείζων. Ἐπεὶ τίς σοι πρῶτόν ἐστιν ἀλκή;

“从前,有一只自负的蚊子对狮子说:‘难道你以为自己能像统领其他野兽那样统领我吗?然而,你生来既不比我更美,也不比我更勇猛,更不比我庞大。试问,首先你到底有什么武力呢?

§2.22.2

ἀμύσσεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι. Ταῦτα γὰρ οὐ ποιεῖ μαχομένη γυνή; ποῖον δὲ μέγεθος ἢ κάλλος σε κοσμεῖ; στέρνον πλατύ, ὦμοι παχεῖς καὶ πολλὴ περὶ τὸν αὐχένα κόμη. Τὴν κατόπιν οὖν αἰσχύνην οὐχ ὁρᾷς; Ἐμοὶ δὲ μέγεθος μὲν ὁ ἀὴρ ὅλος, ὅσον μου καταλαμβάνει τὸ πτερόν, κάλλος δὲ αἱ τῶν λειμώνων κόμαι· αἱ μὲν γάρ εἰσιν ὥσπερ ἐσθῆτες, ἃς ὅταν θέλω παῦσαι τὴν πτῆσιν ἐνδύομαι. Τὴν δὲ ἀνδρείαν μου μὴ καὶ γελοῖον ᾖ καταλέγειν·1 ὄργανον γὰρ ὅλος εἰμὶ πολέμου. Μετὰ μὲν σάλπιγγος παρατάττομαι, σάλπιγξ δέ μοι καὶ βέλος τὸ στόμα, ὥστε εἰμὶ καὶ αὐλητὴς καὶ τοξότης· ἐμαυτοῦ δὲ οἰστὸς καὶ τόξον γίνομαι· τοξεύει γάρ με διαέριον τὸ πτερόν, ἐμπεσὼν δὲ ὡς ἀπὸ βέλους ποιῶ τὸ τραῦμα, ὁ δὲ παταχθεὶς ἐξαίφνης βοᾷ καὶ τὸν τετρωκότα ζητεῖ· ἐγὼ δὲ παρὼν οὐ πάρειμι, ὁμοῦ δὲ καὶ φεύγω καὶ μένω καὶ περιιππεύω τὸν ἄνθρωπον τῷ πτερῷ, γελῶ δὲ αὐτὸν βλέπων περὶ τοῖς τραύμασιν ὀρχούμενον.

你不过是用爪子抓挠,用牙齿撕咬。难道一个扭打争斗的女人不也会做这些事吗?又有什么尺寸或美貌装饰着你呢?宽阔的胸膛、粗壮的肩膀,以及脖颈周围浓密的鬃毛。难道你就看不到自己身后的丑陋吗?而对我而言,我的身材就是整个天空,凡是我双翅所及之处皆是我的体量;我的美貌则是草地上的花草绿茵,因为它们就像华服,每当我想停止飞行时便披戴在身。至于我的英勇,说出来恐怕都要显得可笑了,因为我整个人就是一件战争的武器。我伴着军号列阵出击,而我的口器既是我的号角又是我的利箭,因此我既是乐手又是射手;我更化作自己的弓矢,因为我的翅膀将我如箭一般穿空射出,我扑落下来,便如中箭一般造成创伤;那猝然被刺中者失声大叫,四处搜寻伤他的人, 而我虽在眼前却无影无踪,一面逃离又一面驻留,用双翅环绕着那人策马盘旋,看着他围着自己的伤口痛苦跳脚,我便暗自发笑。

§2.22.4

Ἀλλὰ τί δεῖ λόγων; ἀρχώμεθα μάχης.” ἅμα λέγων ἐμπίπτει τῷ λέοντι καὶ εἰς τοὺς ὀφθαλμοὺς ἐμπηδᾷ καὶ εἴ τι ἄλλο ἄτριχον τῶν προσώπων, περιιπτάμενος ἅμα καὶ τῷ βόμβῳ καταυλῶν. Ὁ δὲ λέων ἠγρίαινέ τε καὶ μετεστρέφετο πάντη καὶ τὸν ἀέρα περιέχασκεν, ὁ δὲ κώνωψ ταύτῃ πλέον τὴν ὀργὴν ἐτίθετο παιδιὰν καὶ ἐπ’ αὐτοῖς ἐτίτρωσκε τοῖς χείλεσιν.

不过,何必多费唇舌?让我们开始交战吧!’说着,他便向狮子扑去,直扑他的双眼以及脸上任何其他无毛之处,一面盘旋一面用嗡嗡声吹奏号角。狮子暴跳如雷,四处乱转,冲着虚空张口狂咬,蚊子却越发将狮子的狂怒当作儿戏,竟直接刺在他的嘴唇上。

§2.22.5

Καὶ ὁ μὲν ἔκλινεν εἰς τὸ λυποῦν μέρος, ἀνακάμπτων ἔνθα τοῦ τραύματος ἡ πληγή, ὁ δὲ ὥσπερ παλαιστὴς τὸ σῶμα σκευάζων εἰς τὴν συμπλοκὴν ἀπέρρει τῶν τοῦ λέοντος ὀδόντων, αὐτὴν μέσην διαπτὰς κλειομένην τὴν γένυν.

狮子把头偏向受创之处,扭转身子够向那受创的痛处,而蚊子却如摔跤手一般顺应纠缠调整身躯,从狮子牙缝中溜走,正好穿过那正要合拢的下颌正中飞离。

§2.22.6

Οἱ δὲ ὀδόντες κενοὶ τῆς θήρας περὶ ἑαυτοὺς ἐκροτάλιζον. Ἤδη τοίνυν ὁ λέων ἐκεκμήκει σκιαμαχῶν πρὸς τὸν ἀέρα τοῖς ὀδοῦσι καὶ εἱστήκει παρειμένος ὀργῇ·2 ὁ δὲ κώνωψ περιιπτάμενος αὐτοῦ τὴν κόμην ἐπηύλει μέλος ἐπινίκιον.

狮子的牙齿扑了个空,彼此磕碰得咔咔作响。这时狮子用牙齿与空气徒劳搏击,早已精疲力竭,因愤怒而浑身瘫软地伫立在那里;蚊子却绕着他的鬃毛飞旋,吹奏起凯旋之歌。

§2.22.7

Μακρότερον δὲ ποιούμενος τῆς πτήσεως τὸν κύκλον ὑπὸ περιττῆς ἀπειροκαλίας ἀράχνου λανθάνει νήμασιν ἐμπλακείς, καὶ τὸν ἀράχνην οὐκ ἔλαθεν ἐμπεσών.3 Ὡς δ’ οὐκέτι εἶχε φυγεῖν, ἀδημονῶν εἶπεν “ὢ τῆς ἀνοίας· προὐκαλούμην γὰρ ἐγὼ λέοντα, ὀλίγος δέ με ἤγρευσεν ἀράχνου χιτών.”” ταῦτα εἰπὼν “ὥρα τοίνυν” ἔφη “καὶ σοὶ τοὺς ἀράχνας φοβεῖσθαι,” καὶ ἅμα ἐγέλασε.

然而,由于过分的浅薄自大,他把飞行的圆圈划得太大了,不知不觉中被蜘蛛的罗网缠住,而他的自投罗网也没能瞒过蜘蛛。当他再也无法逃脱时,万般沮丧地说道:‘唉,真是糊涂!我连狮子都敢挑战,却被一件小小的蜘蛛薄衣给捕获了。’” 〔萨提洛斯〕说完这番话,便道:“看来,现在也该是你惧怕蜘蛛的时候了。”说着,他便笑了起来。

语法注3 条
  1. 2.22.3μὴ καὶ γελοῖον ᾖ καταλέγειν

    主句中使用的 μή 配合虚拟语气(ᾖ),构成表示审慎断言或担心的独立虚拟句(independent subjunctive of cautious assertion),意为“说出来恐怕都要显得可笑了”。

  2. 2.22.6παρειμένος ὀργῇ

    παρειμένος 是 παρίημι 的完成时被动分词,意为“瘫软的”、“精疲力竭的”。与格 ὀργῇ 作原因与格(dative of cause),意为“因狂怒而脱力/瘫软”。

  3. 2.22.7λανθάνει νήμασιν ἐμπλακείς, καὶ τὸν ἀράχνην οὐκ ἔλαθεν ἐμπεσών

    动词 λανθάνω 与分词构成的习用搭配在前后两句中形成精妙对比。前一分句 λανθάνει ... ἐμπλακείς 表示主语自身未曾察觉(“不知不觉中被缠住”),而后分句 τὸν ἀράχνην οὐκ ἔλαθεν ἐμπεσών 带宾格补足语 τὸν ἀράχνην,表示动作未瞒过他人(“落入网中之事没有逃过蜘蛛的眼睛”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.22.1-2.22.7