← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.21.1-2.21.5

蚊子与大象的寓言及萨提洛斯的回应

科诺普斯讲述了一则连大象都惧怕蚊子的寓言来暗中威慑萨提洛斯,而萨提洛斯则准备以另一则寓言予以回击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.21.1

“ὁ λέων κατεμέμφετο τὸν Προμηθέα πολλάκις ὅτι μέγαν μὲν αὐτὸν ἔπλασε καὶ καλὸν καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. “Ὁ δὲ τοιοῦτος”1 ἔφασκε “τὸν ἀλεκτρυόνα φοβοῦμαι.”

“狮子曾多次埋怨普罗米修斯,因为普罗米修斯虽把他塑造得高大健美,用牙齿武装了他的下颚,用利爪强化了他的四足,使他比其他一切野兽都更强壮,‘但像我这样的一头猛兽,’他却说,‘竟然害怕公鸡。’

§2.21.2

Καὶ ὁ Προμηθεὺς ἐπιστὰς ἔφη “τί με μάτην αἰτιᾷ; τὰ μὲν γὰρ ἐμὰ πάντα ἔχεις, ὅσα πλάττειν ἠδυνάμην, ἡ δὲ σὴ ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται.” Ἔκλαεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν.

普罗米修斯便出现在他面前说:‘你为何徒劳地怪罪我?凡我所能塑造的一切,属于我的手段你全都拥有,只是你自己的灵魂偏偏在这唯一的一件事上变得怯弱。’于是狮子哀泣自怜,责怪自己的胆怯,终于想要寻死。

§2.21.3

Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος. Καὶ ὁρῶν διὰ παντὸς τὰ ὦτα κινοῦντα “τί πάσχεις;” ἔφη, “καὶ τί δήποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς;” Καὶ ὁ ἐλέφας κατὰ τύχην παραπτάντος αὐτὸν κώνωπος2 “ὁρᾷς” ἔφη “τουτὶ τὸ βραχὺ τὸ βομβοῦν; ἢν εἰσδύῃ με τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα.” Καὶ ὁ λέων “τί οὖν” ἔφη “ἔτι ἀποθνήσκειν με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ἀλεκτρυών;” Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν.”3

正怀着这种心境时,他遇见了一头大象,上前致意后便驻足与他攀谈起来。狮子见大象不停地摇晃着耳朵,便问道:‘你怎么了?为什么你的耳朵连片刻都安静不下来?’这时恰巧有一只蚊子从大象身边飞过,大象便说:‘你瞧见这个嗡嗡作响的小东西了吗?要是它顺着我的耳道钻进去,我可就没命了。’狮子便说:‘既然如此,我甚至比大象还要幸运,其幸运程度正如公鸡胜过蚊子一般,我又何必还要去寻死呢?’你瞧,蚊子拥有多么大的威力,竟能让大象也感到害怕。”

§2.21.5

συνεὶς οὖν ὁ Σάτυρος τὸ ὕπουλον αὐτοῦ τῶν λόγων, ἠρέμα μειδιῶν “ἄκουσον κἀμοῦ τινα λόγον” εἶπεν “ἀπὸ κώνωπος καὶ λέοντος, ὃν ἀκήκοά τινος τῶν φιλοσόφων· χαρίζομαι δέ σοι τοῦ μύθου τὸν ἐλέφαντα.”

萨提洛斯识破了他这番话中潜伏的机心,便微微一笑说:“那么,也请你听我讲一个关于蚊子与狮子的故事吧,这是我从一位哲学家那里听来的;至于寓言里的大象,我就大方地赠送给你了。”

语法注3 条
  1. 2.21.1Ὁ δὲ τοιοῦτος

    从间接引语(ὅτι 从句)通过插入动词 ἔφασκε 突兀转入直接引语。主格代词短语 Ὁ δὲ τοιοῦτος 紧扣前文被赋予的强健体魄,充当具有让步与对比意味的第一人称自指:“我这等堂堂之躯”。

  2. 2.21.4παραπτάντος αὐτὸν κώνωπος

    由分词 παραπτάντος 与名词 κώνωπος 构成的独立属格结构。宾格代词 αὐτόν 则是由复合动词 παραπέτομαι 中带有的前缀介词 παρά 所支配,意为“从他身旁飞过”。

  3. 2.21.4ὡς καὶ ἐλέφαντα φοβεῖν

    由 ὡς 加不定式构成的结果从句(“以至于连大象都会害怕”)。动词 φοβεῖν 为主动语态,具有致使意义“使……恐惧”,支配宾格 ἐλέφαντα 作其直接宾语,不可与表示“害怕”的中间被动态 φοβεῖσθαι 混淆。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.21.1-2.21.5