← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.23.1-2.23.6

药倒科诺普斯与克利托丰仓皇逃脱

萨提洛斯用下药的酒将门卫科诺普斯药倒,克利托丰得以潜入勒基珀的闺房;然而母亲因噩梦惊醒突然闯入,克利托丰仓皇逃脱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23.1

καὶ ὀλίγας διαλιπὼν ἡμέρας, εἰδὼς αὐτὸν γαστρὸς ἡττώμενον, φάρμακον πριάμενος ὕπνου βαθέος ἐφ’ ἑστίασιν αὐτὸν ἐκάλεσεν. Ὁ δὲ ὑπώπτευε μέν τινα μηχανὴν καὶ ὤκνει τὸ πρῶτον· ὡς δὲ ἡ βελτίστη γαστὴρ κατηνάγκασε, πείθεται.

过了几天,萨提洛斯知道他是个管不住肚腹的人,便买来致人沉睡的迷药,设宴邀请他。科诺普斯起初疑心有诈而犹豫不决;但经不住那好胃口的驱使,最终还是答应了。

§2.23.2

Ἐπεὶ δὲ ἧκε πρὸς τὸν Σάτυρον εἶτα δειπνήσας ἔμελλεν ἀπιέναι, ἐγχεῖ τοῦ φαρμάκου κατὰ τῆς τελευταίας κύλικος ὁ Σάτυρος αὐτῷ· καὶ ὁ μὲν ἔπιε καὶ μικρὸν διαλιπών, ὅσον εἰς τὸ δωμάτιον αὑτοῦ φθάσαι,1 καταπεσὼν ἔκειτο, τὸν ὕπνον καθεύδων τοῦ φαρμάκου.

当他来到萨提洛斯处,用完晚餐正准备离去时,萨提洛斯将药注入了他的最后一杯酒中。他一饮而尽,只隔了刚好够走回自己房间的工夫,便倒在地上动弹不得,陷入了药力带来的沉睡中。

§2.23.3

Ὁ δὲ Σάτυρος εἰστρέχει πρός με καὶ λέγει “κεῖταί σοι καθεύδων ὁ Κύκλωψ· σὺ δὲ ὅπως Ὀδυσσεὺς ἀγαθὸς γένῃ.”2 Καὶ ἅμα ἔλεγε καὶ ἥκομεν ἐπὶ τὰς θύρας τῆς ἐρωμένης, καὶ ὁ μὲν ὑπελείπετο, ἐγὼ δὲ εἰσῄειν, ὑποδεχομένης με τῆς Κλειοῦς ἀψοφητί, τρέμων τρόμον διπλοῦν, χαρᾶς ἅμα καὶ φόβου.

萨提洛斯奔至我处对我说:“你的独眼巨人已经睡下了,你可要当个合格的奥德修斯!”说着话,我们便到了心上人的门前;萨提洛斯留在外头,克利奥悄无声息地迎我入内,我浑身战栗,交织着喜悦与恐惧的双重颤抖。

§2.23.4

Ὁ μὲν γὰρ τοῦ κινδύνου φόβος ἐθορύβει τὰς τῆς ψυχῆς ἐλπίδας, ἡ δὲ ἐλπὶς τοῦ τυχεῖν ἐπεκάλυπτεν ἡδονῇ τὸν φόβον· οὕτω καὶ τὸ ἐλπίζον ἐφοβεῖτό μου καὶ ἔχαιρε τὸ λυπούμενον. Ἄρτι δέ μου παρελθόντος εἴσω τοῦ θαλάμου τῆς παιδός, γίνεταί τι τοιοῦτο περὶ τὴν τῆς κόρης μητέρα· ἔτυχε γὰρ ὄνειρος αὐτὴν ταράξας.

因为对危险的惧怕扰乱了心灵的期盼,而成功的希冀又以欢愉掩盖了恐惧;就这样,我心怀企盼的部分在恐惧,而受着煎熬的部分又在欢欣。我刚步入少女的闺房,女子的母亲身上便发生了这样一件事:原来她正巧被一场噩梦惊扰了。

§2.23.5

Ἐδόκει τινὰ λῃστὴν μάχαιραν ἔχοντα γυμνὴν ἄγειν ἁρπασάμενον αὐτῆς τὴν θυγατέρα καὶ καταθέμενον ὑπτίαν, μέσην ἀνατέμνειν τῇ μαχαίρᾳ τὴν γαστέρα κάτωθεν ἀρξάμενον ἀπὸ τῆς αἰδοῦς. Ταραχθεῖσα οὖν ὑπὸ δείματος ὡς εἶχεν3 ἀναπηδᾷ καὶ ἐπὶ τὸν τῆς θυγατρὸς θάλαμον τρέχει ʽἐγγὺς γὰρ ἦν’ ἄρτι μου κατακλιθέντος.

她梦见一个手持利刃的强盗强行掳走她的女儿,将她仰面按倒,手中挥刀自下方的隐秘处起始,径直将肚腹当中剖开。她因惊恐万状,便不顾一切地跳下床来,直奔女儿的寝室——因为那房间就在附近——而此时我才刚刚躺下。

§2.23.6

Ἐγὼ μὲν δὴ τὸν ψόφον ἀκούσας ἀνοιγομένων τῶν θυρῶν εὐθὺς ἀνεπήδησα, ἡ δὲ ἐπὶ τὴν κλίνην παρῆν. Συνεὶς οὖν τὸ κακὸν ἐξάλλομαι καὶ διὰ τῶν θυρῶν ἵεμαι δρόμῳ, καὶ ὁ Σάτυρος ὑποδέχεται τρέμοντα καὶ τεταραγμένον· εἶτα ἐφεύγομεν διὰ τοῦ σκότους καὶ ἐπὶ τὸ δωμάτιον ἑαυτῶν ἤλθομεν.

我一听到房门开启的响动便立刻一跃而起,而她已来到了床榻边。我料定大祸临头,猛跳开来夺门狂奔,萨提洛斯在外迎住了颤抖失措的我;随后我们仓皇穿过黑暗,逃回了自己的房间。

语法注3 条
  1. 2.23.2ὅσον εἰς τὸ δωμάτιον αὑτοῦ φθάσαι

    ὅσον 搭配不定式(φθάσαι)表示程度或结果,限定前面的副词短语 μικρὸν διαλιπών,意为“仅仅相隔足够他赶到自己房间的那点时间”。

  2. 2.23.3σὺ δὲ ὅπως Ὀδυσσεὺς ἀγαθὸς γένῃ

    由 ὅπως 接虚拟式第二人称不定过去时(γένῃ)构成的独立祈使句,省略了 ὅρα 或 σκόπει(“你当注意/设法……”)等主节动词。用于表达恳切的嘱咐或敦促:“你可要当个出色的奥德修斯!”

  3. 2.23.5ὡς εἶχεν

    字面意为“正如她当时的状态”,为常见的副词性习语,修饰动词 ἀναπηδᾷ,表示仓促之间“顾不上更衣准备”、“着一身便装(或原样)”直接跳将起来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.23.1-2.23.6