- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.18.1-2.18.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在夜间准备献祭时,埋伏的乔装男子与小艇突袭掳走了克利托丰的妹妹卡利戈涅,并将其送往卡利斯忒涅斯处。
Πρὸ δὲ τῆς πανηγύρεως, ἣν ὁ Καλλισθένης προσεδόκα, γίνεται δὴ τὰ τοῦ ἀετοῦ καὶ τῶν μάντεων· καὶ εἰς τὴν ὑστεραίαν παρεσκευαζόμεθα νύκτωρ, ὡς θυσόμενοι τῷ θεῷ. Τούτων δὲ τὸν Ζήνωνα ἐλάνθανεν οὐδέν· ἀλλ’ ἐπειδὴ καιρὸς ἦν βαθείας ἑσπέρας, ἡμεῖς μὲν προήλθομεν, ὁ δὲ εἵπετο.
然而,就在卡利斯忒涅斯所期待的节日之前,发生了鹰与预言家的事情;我们在夜间为次日做准备,打算向神献祭。这一切丝毫没有瞒过芝诺;当夜色已深的时分,我们动身出发,他也尾随在后。
Ἄρτι δὲ γενομένων ἡμῶν ἐπὶ τῷ χείλει τῆς θαλάσσης, ὁ μὲν τὸ συγκείμενον ἀνέτεινε σημεῖον, ὁ δὲ λέμβος ἐξαίφνης προσέπλει, καὶ ἐπεὶ πλησίον ἐγένετο, ἐφάνησαν ἐν αὐτῷ νεανίσκοι δέκα. Ὀκτὼ δὲ ἑτέρους ἐπὶ τῆς γῆς ἔτυχε προλοχίσας, οἳ γυναικείας μὲν εἶχον ἐσθῆτας καὶ τῶν γενείων ἐψίλωντο τὰς τρίχας,1 ἔφερον δὲ ἕκαστος ὑπὸ κόλπῳ ξίφος, ἐκόμιζον δὲ καὶ αὐτοὶ θυσίαν, ὡς ἂν ἥκιστα ὑποπτευθεῖεν· ἡμεῖς δὲ ᾠόμεθα γυναῖκας εἶναι.
正当我们刚来到海边时,他举起了预先约定的信号,那艘小艇便突然驶拢过来;当它靠近时,艇中露出了十名年轻男子。此外,他恰好还预先在陆地上埋伏了另外八人:他们身穿女装,刮净了颔下的胡须,每人在怀中藏着一把短剑,并且自己也携带着祭品,以免引起丝毫怀疑;我们还以为他们是女子。
Ἐπεὶ δὲ συνετίθεμεν τὴν πυράν, ἐξαίφνης βοῶντες συντρέχουσι καὶ τὰς μὲν δᾷδας ἡμῶν ἀποσβεννύουσι, φευγόντων δὲ ἀτάκτως ὑπὸ τῆς ἐκπλήξεως,2 τὰ ξίφη γυμνώσαντες ἁρπάζουσι τὴν ἀδελφὴν τὴν ἐμὴν καὶ ἐνθέμενοι τῷ σκάφει, ἐπεμβάντες εὐθὺς ὄρνιθος δίκην ἀφίπτανται. Ἡμῶν δὲ οἱ μὲν ἔφευγον οὐδὲν οὔτ’ εἰδότες οὔτε ἑωρακότες, οἱ δὲ ἅμα τε εἶδον καὶ ἐβόων “λῃσταὶ Καλλιγόνην ἄγουσι·” τὸ δὲ πλοῖον ἤδη μέσην ἐπέραινε τὴν θάλασσαν. Ὡς δὲ τοῖς Σαράπτοις προσέσχον, πόρρωθεν ὁ Καλλισθένης τὸ σημεῖον ἰδὼν ὑπηντίασεν ἐπιπλεύσας καὶ δέχεται μὲν τὴν κόρην, πλεῖ δὲ εὐθὺς πελάγιος.
正当我们堆积柴堆时,他们突然呼喊着一拥而上,熄灭了我们的火把;正当众人因惊恐而四散逃窜之际,他们拔出短剑,掳走我的妹妹,将她放上小艇,随后跳上船,立刻如飞鸟一般疾驰而去。我们的人当中,有的既不知情也未曾看见,只顾逃命;有的刚一看见便大喊:“强盗把卡利戈涅抓走了!”然而船只已经行至大海中央。当他们靠泊萨拉普塔时,卡利斯忒涅斯远远望见信号,便驾船前去迎接,接下少女后,立即扬帆驶向外海。
Ἐγὼ δὲ ἀνέπνευσα μὲν οὕτω διαλυθέντων μοι τῶν γάμων παραδόξως,3 ἠχθόμην δ’ ὅμως ὑπὲρ ἀδελφῆς περιπεσούσης τοιαύτῃ συμφορᾷ.
我虽然因自己的婚约就这样出人意料地解除而松了一口气,但心中依然为妹妹遭遇这般不幸而痛苦万分。
- 2.18.3τῶν γενείων ἐψίλωντο τὰς τρίχας
动词 ἐψίλωντο 为中动相,表间接反身用法(“他们为自己剃去了胡须”)。τὰς τρίχας 作为直接宾语(宾格),τῶν γενείων 则充当表示分离的属格(“从下颔上去除毛发”)。
- 2.18.4φευγόντων δὲ ἀτάκτως ὑπὸ τῆς ἐκπλήξεως
此为属格独立结构,但未明示主语名词或代词。不同于后文主句的主语(绑架者们),依据紧邻的上下文,此处的逻辑主语应补出为惊恐逃散的“献祭随行人员/我们的人”。
- 2.18.6οὕτω διαλυθέντων μοι τῶν γάμων παραδόξως
διαλυθέντων τῶν γάμων 构成属格独立结构。与格代词 μοι 嵌入其中,充当表示利害或相关的与格(dativus commodi),表示该事态影响到的人(“对我而言,婚事得以解除”)。
