- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.17.1-2.17.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡利斯泰涅斯脱离使团独自在近海停泊,命仆人芝诺购置小艇并纠集渔盗,埋伏在推罗附近的岛屿等候绑架时机。
Ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὴν θεωρίαν ἀφωσιωμένος ἀπῆλθε· ναῦν δὲ εἶχεν ἰδίαν, τοῦτο προκατασκευάσας οἴκοθεν εἰ τύχοι τῆς ἐπιχειρήσεως.1 Οἱ μὲν δὴ ἄλλοι θεωροὶ ἀπέπλευσαν, αὐτὸς δὲ μικρὸν ἀπεσάλευε τῆς γῆς, ἅμα μὲν ὡς δοκοίη τοῖς πολίταις ἕπεσθαι, ἅμα δὲ ἵνα μὴ πλησίον τῆς Τύρου τοῦ σκάφους ὄντος, κατάφωρος γένοιτο2 μετὰ τὴν ἁρπαγήν.
他说了这番话并虚应了奉献使节的差事后便离开了。他有一艘自己的船,是从故土预先准备好的,以备自己的企图得以成功。其余的使节扬帆离去,他自己却在离陆地稍远的水面上漂泊停留,这一方面是为了让同胞们以为他在随行,另一方面也是为了防止船只靠推罗太近,而在绑架发生后当场败露。
Ἐπεὶ δὲ ἐγένετο κατὰ Σάραπτα κώμην Τυρίων ἐπὶ θαλάττῃ κειμένην, ἐνταῦθα προσπορίζεται λέμβον, δίδωσι δὲ τῷ Ζήνωνι· τοῦτο γὰρ ἦν ὄνομα τῷ οἰκέτῃ ὃν ἐπὶ τὴν ἁρπαγὴν παρεσκευάκει.
当他抵达推罗人位于海滨的萨拉普塔村附近时,便在那里弄到了一艘小艇交给芝诺——这就是他指派执行绑架的那个家仆的名字。
Ὁ δὲ ʽἦν γὰρ καὶ ἄλλως εὔρωστος τὸ σῶμα καὶ φύσει πρακτικὸσ̓3 ταχὺ μὲν ἐξεῦρε λῃστὰς ἁλιεῖς ἀπὸ τῆς κώμης ἐκείνης καὶ δῆτα ἀπέπλευσεν ἐπὶ τὴν Τύρον. Ἔστι δὲ μικρὸν ἐπίνειον Τυρίων, νησίδιον ἀπέχον ὀλίγον τῆς Τύρου “Ῥοδώπιδος αὐτὸ τάφον οἱ Τύριοι λέγουσιν·” ἔνθα ὁ λέμβος ἐφήδρευε.
而这仆人(因其身躯本来就极为魁梧,且生性精明能干)迅速在那村落中寻得了一批当海盗的渔民,随即起航开往推罗。推罗人有一处小型泊地,是离推罗不远的一座小岛——“推罗人称之为罗多庇斯的墓”——那艘小艇便埋伏在那里。
- 2.17.1εἰ τύχοι τῆς ἐπιχειρήσεως
εἰ 接希求式在过去时态的语境中充当表示预期或防备目的的副词从句(“以备……”、“万一……”)。动词 τυγχάνω 接属格宾语 τῆς ἐπιχειρήσεως,意为“获得”、“成功达成(某一企图)”。
- 2.17.1ἵνα μὴ πλησίον τῆς Τύρου τοῦ σκάφους ὄντος, κατάφωρος γένοιτο
τοῦ σκάφους ὄντος 是独立属格结构,作为原因/伴随状况嵌入否定目的从句(ἵνα μὴ ... γένοιτο)之中,表述“因船只过分靠近推罗,以致在事发后当场败露”。
- 2.17.3εὔρωστος τὸ σῶμα καὶ φύσει πρακτικός
τὸ σῶμα 是修饰形容词 εὔρωστος 的关系对格(“在身体方面”),而 φύσει 是修饰 πρακτικός 的方式/关系与格(“在天性上”),两者使用不同的格构成平行的限定结构。
