← 阿基琉斯·塔提奥斯

留基伯与克利托丰

§2.19.1-2.19.6

私会琉喀珀寝室的约定与配制假钥匙

克利托丰说服琉喀珀在夜间于寝室接纳自己,描述了女眷寝区严密的锁闭结构,并由萨堤罗斯配制假钥匙以实施潜入计划。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19.1

Ὀλίγας δὲ ἡμέρας διαλιπὼν πρὸς τὴν Λευκίππην διελεγόμην “μέχρι τίνος ἐπὶ τῶν φιλημάτων ἱστάμεθα, φιλτάτη; προσθῶμεν ἤδη τι καὶ ἐρωτικώτερον. Φέρε ἀνάγκην ἀλλήλοις ἐπιθῶμεν πίστεως. Ἂν γὰρ ἡμᾶς Ἀφροδίτη μυσταγωγήσῃ, οὐ μή τις ἄλλος κρείττων γένηται1 τῆς θεοῦ.” Ταῦτα πολλάκις κατεπᾴδων ἐπεπείκειν τὴν κόρην ὑποδέξασθαί με νυκτὸς τῷ θαλάμῳ, τῆς Κλειοῦς συνεργούσης, ἥτις ἦν αὐτῇ θαλαμηπόλος. Εἶχε δὲ ὁ θάλαμος αὐτῆς οὕτως.

过了几天,我对琉喀珀说道:“我最亲爱的人,我们要止步于接吻到何时呢?现在让我们增添一些更热烈的情意吧。来,让我们为彼此立下信守忠贞的约束;因为若有阿佛洛狄忒引我们进入秘仪,便绝不会有任何其他人能够胜过这位女神。”我屡屡用这番话如念咒般劝导,终于说服了少女,在侍女克利奥的协助下,于夜间在卧房中接纳我。她的卧房格局如下:

§2.19.3

Χωρίον ἦν μέγα τέτταρα οἰκήματα ἔχον, δύο μὲν ἐπὶ δεξιά, δύο δ’ ἐπὶ θἄτερα· μέσος δὲ διεῖργε στενωπὸς τὰ οἰκήματα· θύρα δὲ ἐν ἀρχῇ τοῦ στενωποῦ μία ἐπέκειτο.

那是一个宽敞的寓所,内有四间居室,两间在右,两间在另一侧;中央有一条狭窄的走廊将这些房间隔开;走廊入口处安装了一扇门。

§2.19.4

Ταύτην εἶχον τὴν καταγωγὴν αἱ γυναῖκες· καὶ τὰ μὲν ἐνδοτέρω τῶν οἰκημάτων ἥ τε παρθένος καὶ ἡ μήτηρ αὐτῆς διειλήχεσαν, ἑκάτερα τὰ ἀντικρύ, τὰ δὲ ἔξω δύο τὰ πρὸς τὴν εἴσοδον τὸ μὲν ἡ Κλειὼ τὸ κατὰ τὴν παρθένον, τὸ δὲ ταμιεῖον ἦν.2

这便是女眷们的居所:较靠内侧的房间由少女与她的母亲分别居住,彼此相对;而靠近入口的外侧两间,少女那一侧的一间归克利奥,另一间则是储藏室。

§2.19.5

Κατακοιμίζουσα δὲ ἀεὶ τὴν Λευκίππην ἡ μήτηρ ἔκλειεν ἔνδοθεν τὴν ἐπὶ τοῦ στενωποῦ θύραν· ἔξωθεν δέ τις ἕτερος ἐπέκλειε καὶ τὰς κλεῖς ἔβαλλε διὰ τῆς ὀπῆς· ἡ δὲ λαβοῦσα ἐφύλαττε καὶ περὶ τὴν ἕω καλέσασα τὸν εἰς τοῦτο ἐπιτεταγμένον διέβαλλε πάλιν τὰς κλεῖς, ὅπως ἀνοίξειε.

母亲每逢安顿琉喀珀入睡,便从内侧关上通往走廊的门;随后由外面的另一人上锁,并将钥匙从孔洞中递进来;母亲接过来保管,到了拂晓时分,她唤来负责此事的仆人,再把钥匙递出去,以便让他开门。

§2.19.6

Ταύταις οὖν ἴσας μηχανησάμενος ὁ Σάτυρος γενέσθαι, τὴν ἄνοιξιν πειρᾶται καὶ ὡς εὗρε δυνατήν, τὴν Κλειὼ ἐπεπείκει τῆς κόρης συνειδυίας μηδὲν ἀντιπρᾶξαι τῇ τέχνῃ. Ταῦτα ἦν τὰ συγκείμενα.

于是,萨堤罗斯设法配制出与这些相同的钥匙,并尝试开锁;在发现切实可行后,他便说服克利奥——少女对此完全知情——切莫阻挠这一计策。约定的安排便是如此。

语法注2 条
  1. 2.19.1οὐ μή τις ἄλλος κρείττων γένηται

    否定词重叠结构 οὐ μή 后接不定过去式虚拟语气 γένηται,表示对将来情况的强烈否定或绝无可能(“绝不会有任何人……”)。

  2. 2.19.4τὰ δὲ ἔξω δύο τὰ πρὸς τὴν εἴσοδον τὸ μὲν ἡ Κλειὼ τὸ κατὰ τὴν παρθένον, τὸ δὲ ταμιεῖον ἦν

    整体与部分的同格结构(schema καθ' ὅλον καὶ μέρος),整体(τὰ δὲ ἔξω δύο...)被分为分句(τὸ μέν... τὸ δέ...)。前半句省略了表示占有或居住的谓语动词(如 εἶχε 或 ᾤκει),即克利奥占有其中一间,另一间则是储藏室。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.19.1-2.19.6