- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.14.1-2.14.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
索斯特拉托斯成功破解了拜占庭人获得的神谕,指出其所指为提尔;副将凯瑞丰对他的解读表示赞许,并列举了世间有关水火奇观的异闻。
Ἐν τούτῳ δὲ τοῦ πολέμου περιστάντος καὶ τῆς παιδὸς εἰς ἡμᾶς ὑπεκκειμένης1 μεμαθήκει μὲν ἕκαστα τούτων, οὐδὲν δὲ ἧττον τῆς ἐπιβουλῆς εἴχετο· καὶ τοιοῦτό τι αὐτῷ συνήργησε. Χρησμὸν ἴσχουσιν οἱ Βυζάντιοι τοιόνδε Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα, ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ’ ἠπείροιο φέρουσα. ἔνθ’ Ἥφαιστος ἔχων χαίρει γλαυκῶπιν Ἀθήνην κεῖθι θυηπολίην σε φέρειν κέλομαι Ἡρακλεῖ.
在此期间,战事降临,少女被秘密送至我们身边避难,他虽然获悉了这一切,却依然紧抓着自己的图谋不放;而下面这样一件事恰好助了他一臂之力。拜占庭人得获了一道神谕,辞曰: “有一座海岛城市,获承了以植物为名的血统, 向着大陆同时兼有地峡与海峡。 在那里,赫菲斯托斯欢喜于拥有明眸的雅典娜; 我命你前往彼处,向赫拉克勒斯奉献牺牲。”
Ἀπορούντων δὲ αὐτῶν τί λέγει τὸ μάντευμα, Σώστρατος “τοῦ πολέμου γάρ, ὡς ἔφην, στρατηγὸς ἦν οὗτος.”2 “ὥρα πέμπειν ἡμᾶς θυσίαν εἰς Τύρον” εἶπεν “Ἡρακλεῖ· τὰ γὰρ τοῦ χρησμοῦ ἐστι πάντ’ ἐνταῦθα. Φυτώνυμον γὰρ ὁ θεὸς εἶπεν αὐτήν, ἐπεὶ Φοινίκων ἡ νῆσος, ὁ δὲ φοίνιξ φυτόν. Ἐρίζει δὲ περὶ ταύτης γῆ καὶ θάλασσα, ἕλκει δὲ ἡ γῆ, ἡ δὲ εἰς ἀμφότερα αὑτὴν ἥρμοσε.
正当众人对这道神谕百思不得其解之时,索斯特拉托斯——正如我之前所言,他是这场战事的将领——说道:“正是我们向提尔派遣祭品献给赫拉克勒斯之时了;因为神谕中所指的一切都在那里。神称它为‘以植物为名’,是因为这岛屿属于腓尼基人,而‘腓尼基’(phoenix)正是一种植物。大地与海洋就此城展开争执,大地将它拉向自身,它却使自己同时适应了两者。
Καὶ γὰρ ἐν θαλάσσῃ κάθηται καὶ οὐκ ἀφῆκε τὴν γῆν· συνδεῖ γὰρ αὐτὴν πρὸς τὴν ἤπειρον στενὸς αὐχήν, καὶ ἔστιν ὥσπερ τῆς νήσου τράχηλος. Οὐκ ἐρρίζωται δὲ κατὰ τῆς θαλάσσης, ἀλλὰ τὸ ὕδωρ ὑπορρεῖ κάτωθεν, ὑπόκειται δὲ πορθμὸς ἰσθμῷ· καὶ γίνεται τὸ θέαμα καινόν, πόλις ἐν θαλάσσῃ καὶ νῆσος ἐν γῇ. Ἀθηνᾶν δὲ Ἥφαιστος ἔχει· εἰς τὴν ἐλαίαν ᾐνίξατο καὶ τὸ πῦρ, ἃ παρ’ ἡμῖν ἀλλήλοις συνοικεῖ.
因为此城既坐落于海中,又未曾脱离陆地;一条狭长的地颈将它与大陆连接在一起,仿佛是那岛屿的颈项。然而它并非深植于海底,水流从下方穿流而过,海峡潜藏于地峡之下;于是便形成了这般奇观:一座海中之城,又是一座陆上之岛。至于‘赫菲斯托斯拥有雅典娜’,则是借喻橄榄树与烈火,它们在我们那里共同栖居相伴。
Τὸ δὲ χωρίον ἱερὸν ἐν περιβόλῳ· ἐλαία μὲν ἀναθάλλει φαιδροῖς τοῖς κλάδοις, πεφύτευται δὲ σὺν αὐτῇ τὸ πῦρ καὶ ἀνάπτει περὶ τοὺς πτόρθους πολλὴν τὴν φλόγα· ἡ δὲ τοῦ πυρὸς αἰθάλη τὸ φυτὸν γεωργεῖ.
那是一处有围墙护持的圣所:橄榄树枝叶繁茂光鲜,烈火与它同生同植,在嫩枝周围燃起熊熊烈焰;而烈火的煤烟滋养培育着这株植物。
Αὕτη πυρὸς φιλία καὶ φυτοῦ· οὕτως οὐ φεύγει τὸν Ἥφαιστον Ἀθηνᾶ.” Καὶ ὁ Χαιρεφῶν συστράτηγος ὢν τοῦ Σωστράτου μείζων, ἐπεὶ πατρόθεν ἦν Βυζάντιος, ἐκθειάζων αὐτὸν “πάντα μὲν τὸν χρησμὸν” εἶπεν “ἐξηγήσω καλῶς· μὴ μέντοι θαύμαζε τὴν τοῦ πυρὸς μόνον, ἀλλὰ καὶ τὴν τοῦ ὕδατος φύσιν.
这就是烈火与植物的情谊;雅典娜正是以这种方式并未逃离赫菲斯托斯。”与索斯特拉托斯同为将领但因父系出身拜占庭而地位更高的凯瑞丰极力赞美他,说道:“你将整篇神谕解说得极好;然而,不仅要惊叹烈火的本性,亦当惊叹流水的天性。
Ἐθεασάμην γὰρ ἐγὼ τοιαῦτα μυστήρια. Τὸ γοῦν Σικελικῆς πηγῆς ὕδωρ κεκερασμένον ἔχει πῦρ· καὶ φλόγα μὲν ὄψει κάτωθεν ἀπ’ αὐτῆς ἁλλομένην ἄνω· θιγόντι δέ σοι3 τὸ ὕδωρ ψυχρόν ἐστιν οἷόνπερ χιών, καὶ οὔτε τὸ πῦρ ὑπὸ τοῦ ὕδατος κατασβέννυται οὔτε τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς φλέγεται, ἀλλ’ ὕδατός εἰσιν ἐν τῇ κρήνῃ καὶ πυρὸς σπονδαί.
因为我亲眼目睹过这般奥秘。西西里某眼泉的水中便混合着烈火;你会看见火焰从泉底向上跃起;然而当你伸手触碰,泉水却寒冷如雪,既不见烈火被泉水浇灭,也不见泉水被烈火引燃,而是在这泉中,水与火达成了休战契约。
Ἐπεὶ καὶ ποταμὸς Ἰβηρικός, εἰ μὲν ἴδοις αὐτὸν εὐθύς, οὐδενὸς ἄλλου κρείττων ἐστὶ ποταμοῦ· ἢν δὲ ἀκοῦσαι θέλῃς τοῦ ὕδατος λαλοῦντος, μικρὸν ἀνάμεινον ἐκπετάσας τὰ ὦτα. Ἐὰν γὰρ ὀλίγος ἄνεμος εἰς τὰς δίνας ἐμπέσῃ, τὸ μὲν ὕδωρ ὡς χορδὴ κρούεται, τὸ δὲ πνεῦμα τοῦ ὕδατος πλῆκτρον γίνεται, τὸ ῥεῦμα δὲ ὡς κιθάρα λαλεῖ. Ἀλλὰ καὶ λίμνη Λιβυκὴ μιμεῖται γῆν Ἰνδικήν, καὶ ἴσασιν αὐτῆς τὸ ἀπόρρητον αἱ Λιβύων παρθένοι, ὅτι τὸ ὕδωρ ἔχει πλούσιον. Ὁ δὲ πλοῦτος αὐτῇ κάτω τεταμίευται τῇ τῶν ὑδάτων ἰλύι δεδεμένος, καὶ ἔστιν ἐκεῖ χρυσοῦ πηγή. Κοντὸν οὖν εἰς τὸ ὕδωρ βαπτίζουσι πίσσῃ πεφαρμαγμένον, ἀνοίγουσί τε τοῦ ποταμοῦ τὰ κλεῖθρα.
再者,伊比利亚的一条河流,若你初看一眼,与寻常河流并无二致;但若你想聆听流水的话语,只需竖起双耳稍等片刻。倘若微风拂过水涡,水面便如琴弦般被拨动,风则化为流水的拨片,水流便宛如齐特拉琴般倾诉低语。此外,利比亚的一处湖泊仿若印度的土地,利比亚的少女们通晓其隐秘,知晓其水蕴藏着巨富。那财富贮藏于水底,与水中的淤泥缠结在一起,那里有一座黄金之泉。于是她们将涂抹了沥青的长杆浸入水中,打开了河流的门闩。
Ὁ δὲ κοντὸς πρὸς τὸν χρυσὸν οἷον πρὸς ἰχθὺν ἄγκιστρον γίνεται, ἀγρεύει γὰρ αὐτόν· ἡ δὲ πίσσα δέλεαρ γίνεται τῆς ἄγρας· ὅ τι γὰρ ἂν εἰς αὐτὴν ἐμπέσῃ τῆς τοῦ χρυσοῦ γονῆς, τὸ μὲν προσήψατο μόνον, ἡ πίσσα δὲ εἰς τὴν ἤπειρον ἥρπασε τὴν ἄγραν.4 Οὕτως ἐκ ποταμοῦ Λιβυκοῦ χρυσὸς ἁλιεύεται.”
那长杆对于黄金便如钓钩对于鱼类一般,将它捕捉;沥青则成了猎获的诱饵;凡是落在它〔沥青〕上的黄金产物,甫一接触,沥青便将这猎物捕捞至陆地上。黄金便是如此从利比亚的河流中被捕捞上来的。”
- 2.14.1τῆς παιδὸς εἰς ἡμᾶς ὑπεκκειμένης
属格独立结构。动词 ὑπέκκειμαι 用作 ὑπεκτίθημι(秘密送往安全处所避难)的被动意义,意为“少女(琉基珀)已被秘密送至我们此处避难”。
- 2.14.2τοῦ πολέμου γάρ, ὡς ἔφην, στρατηγὸς ἦν οὗτος
叙述者克利托丰插入的夹注句。紧随 Σώστρατος 之后,用 ὡς ἔφην(正如我之前所说)向听众提醒索斯特拉托斯在此次战争中担任将领,从而解释了他解释神谕并指挥行动的权威。
- 2.14.7θιγόντι δέ σοι
关系与格(知觉主体与格)。分词 θιγόντι 与代词 σοι 一致,构成条件或知觉视角:“对于触摸之人而言”或“当你去触摸时”。
- 2.14.10τὸ μὲν προσήψατο μόνον, ἡ πίσσα δὲ εἰς τὴν ἤπειρον ἥρπασε τὴν ἄγραν
承接前文泛指条件从句(ὅ τι γὰρ ἂν... ἐμπέσῃ)的瞬时/格言性不定过去时(προσήψατο, ἥρπασε),并通过 τὸ μέν... ἡ πίσσα δέ 构成呼应,生动表现出动作发生之迅捷与结果之必然:“其一刚一触及,沥青便已将猎物拽至陆地”。
