- 底本
- Achilles Tatius. Erotikōn logōn syngrapheis = Erotici scriptores Graeci, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1858.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0532.tlg001.humanitext-grc2:2.13.1-2.13.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
拜占庭的放荡富少卡利斯泰涅斯仅凭传闻便爱上索斯特拉托斯的女儿,求婚遭拒后心生怨恨,企图利用当地关于掠夺处女成婚的法律来强抢该女。
Νεανίσκος ἦν Βυζάντιος, ὄνομα Καλλισθένης, ὀρφανὸς καὶ πλούσιος, ἄσωτος δὲ καὶ πολυτελής. Οὗτος ἀκούων τῷ Σωστράτῳ θυγατέρα εἶναι καλήν, ἰδὼν δὲ οὐδέποτε, ἤθελεν αὑτῷ ταύτην γενέσθαι γυναῖκα. Καὶ ἦν ἐξ ἀκοῆς ἐραστής· τοσαύτη γὰρ τοῖς ἀκολάστοις ὕβρις, ὡς καὶ τοῖς ὠσὶν εἰς ἔρωτα τρυφᾶν καὶ ταὐτὰ πάσχειν ὑπὸ ῥημάτων, ἃ τῇ ψυχῇ τρωθέντες διακονοῦσιν ὀφθαλμοί.1
拜占庭有一个名叫卡利斯泰涅斯的年轻人,是个孤儿,家资巨富,却放荡不羁、挥霍无度。他听说索斯特拉托斯有个美丽的女儿,尽管从未谋面,却渴望娶她为妻。他成了仅仅凭借耳闻便坠入爱河之人;盖因放荡之徒的狂妄到了如此地步,竟至于仅仅通过双耳便耽溺于情爱,从言辞中所承受的,恰如双目自身被爱创伤后向心灵所传达的事物一样。
Προσελθὼν οὖν τῷ Σωστράτῳ πρὶν τὸν πόλεμον τοῖς Βυζαντίοις ἐπιπεσεῖν, ᾐτεῖτο τὴν κόρην· ὁ δὲ βδελυττόμενος αὐτοῦ τοῦ βίου τὴν ἀκολασίαν ἠρνήσατο. Θυμὸς ἴσχει τὸν Καλλισθένην καὶ ἠτιμάσθαι νομίσαντα ὑπὸ τοῦ Σωστράτου καὶ ἀδόλως ἐρῶντα· ἀναπλάττων γὰρ ἑαυτῷ τῆς παιδὸς τὸ κάλλος καὶ φανταζόμενος τὰ ἀόρατα ἔλαθε σφόδρα κακῶς διακείμενος.2
于是在战火降临拜占庭人之前,他便前去拜访索斯特拉托斯,求娶其女;但索斯特拉托斯厌恶其生活放荡,拒绝了他。卡利斯泰涅斯自觉受到索斯特拉托斯的羞辱,加之爱意真挚,心中怒火中烧;因为他在脑海中重塑那少女的美貌,遐想着未曾谋面的面容,不知不觉间已深陷重笃的相思情状。
Ἐπιβουλεύει δὴ καὶ τὸν Σώστρατον ἀμύνασθαι τῆς ὕβρεως καὶ αὑτῷ τὴν ἐπιθυμίαν τελέσαι· νόμου γὰρ ὄντος Βυζαντίοις, εἴ τις ἁρπάσας παρθένον φθάσειεν ποιήσας γυναῖκα, γάμον ἔχειν ζημίαν,3 προσεῖχε τούτῳ τῷ νόμῳ. Καὶ ὁ μὲν ἐζήτει καιρὸν πρὸς τὸ ἔργον.
于是他密谋既要向索斯特拉托斯报复此等侮辱,又要遂其所愿;当时拜占庭人有一条法律,规定如果有人抢掠了一名处女并抢先使其成为自己的妻子,则以与之成婚作为惩罚,他便打起了这条法律的主意。于是他开始伺机行事。
- 2.13.1ἃ τῇ ψυχῇ τρωθέντες διακονοῦσιν ὀφθαλμοί
关系代名词 ἃ 的先行词是前面的 ταὐτά,作 διακονοῦσιν 的宾语。动词 διακονοῦσιν 的主语是 ὀφθαλμοί。阳性复数主格分词 τρωθέντες 在语法上修饰 ὀφθαλμοί,将双眼拟人化,表现出“双眼自身被丘比特之箭所伤后,将所见景象传递给心灵”的修辞效果。
- 2.13.2ἔλαθε σφόδρα κακῶς διακείμενος
此为 λανθάνω 搭配补充性分词的经典句式,表示“不知不觉中做某事”或“未曾察觉便陷入某种状态”。διακείμενος 结合副词 σφόδρα κακῶς,指陷入极其恶劣或严重的情状,此处特指深陷痛苦的相思病中。
- 2.13.3εἴ τις ἁρπάσας παρθένον φθάσειεν ποιήσας γυναῖκα, γάμον ἔχειν ζημίαν
这是转述拜占庭法律内容的间接引语结构。条件从句 εἴ τις ... φθάσειεν 使用祈愿语气表示普遍条件,动词 φθάνω 加上分词 ποιήσας 意为“抢先将其变为妻子”。结论部分 γάμον ἔχειν ζημίαν 为“宾格加不定式”结构,意为“以与之成婚作为惩罚”。
